1. (852.) Εἴρηται μὲν ἡμῖν βραχέως ἐν τοῖς
φθάσασιν, ὡς ἐπισφαλὲς λίαν, καὶ αὐτοῖς τοῖς πνευματικοῖς εἶναι δοκοῦσι
παρεισδῦνον τὸ κρίνειν· μᾶλλον δὲ τὸ κρίνεσθαι, καὶ ὑπὸ γλώττης κολάζεσθαι·
νυνὶ δὲ λοιπὸν καὶ τὴν αἰτίαν, καὶ τὴν θύραν δι᾿ ἧς εἰσέρχεται, μᾶλλον
δὲ ἐξέρχεται, ἀκόλουθον ἐν λόγοις τάξαι. 2. Πολυλογία ἐστὶ κενοδοξίας
καθέδρα, δι᾿ ἧς ἑαυτὴν ἐμφανίζειν καὶ ἀναπομπεύειν πέφυκε. Πολυλογία
ἐστὶν ἀγνωσίας τεκμήριον, καταλαλιᾶς θύρα, εὐτραπελίας χειραγωγὸς, ψεύδους
ὑπουργὸς, κατανύξεως διάλυσις, ἀκηδίας κλήτωρ, ὕπνου πρόδρομος, συννοίας
σκορπισμὸς, φυλακῆς ἀφανισμὸς, θέρμης ψυχρηστήριον [ψυκτήριον, al. ψυχριστήριον],
προσευχῆς ἀμαύρωσις 3. σιωπὴ ἐν γνώσει· μήτηρ προσευχῆς, αἰχμαλωσίας ἀνάκλησις, πυρὸς φυλακὴ, λογισμῶν ἐπίσκοπος, σκοπὸς πολεμίων, πένθους δεσμωτήριον, δακρύων φίλη, θανάτου μνήμης ἐργάτης, κολάσεως ζωγράφος, κρίσεως φιλοπράγμων, ἀδημονίας ὑπουργὸς, παῤῥησίας ἔχθρα, ἡσυχίας σύζυγος, φιλοδιδασκαλίας ἀντίπαλος, γνώσεως προσθήκη, θεωρημάτων δημιουργὸς, ἀφανὴς προκοπὴ, λεληθυῖα ἀνάβασις. 4. Ὁ ἐπιγνοὺς παραπτώματα, ἐκράτησε γλώσσης· ὁ δὲ πολύλογος οὔπω ἐπέγνω ἑαυτὸν ὡς δεῖ. 5. Ὁ σιωπῆς φίλος προσεγγίζει Θεῷ, καὶ λεληθότως συνομιλῶν φωτίζεται παρὰ τοῦ Θεοῦ. 6. Ἰησοῦ σιωπὴ ἐνέτρεψε Πιλάτον, καὶ ἀνδρὸς ἡσυχία φωνῆς κατήργησε κενοδοξίαν. 7. Λόγον εἰπὼν Πέτρος ἐθρήνησε πικρῶς ἀμνημονήσας τοῦ εἰπόντος· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, καὶ τοῦ ἑτέρου φήσαντος, Κρεῖττον πεσεῖν ἀπὸ ὕψους εἰς γῆν, ἢ ἀπὸ γλώσσης. 8. Καὶ πολλὰ περὶ τούτων ἔγωγε γράφειν οὐ βούλομαι, κἂν αἱ τοῦ παθῶν πανουργίαι τοῦτο ποιεῖν προτρέπωνται. Πλὴν ἤκουσά ποτέ τινος περὶ ἡσυχίας στόματος πρός με φιλοπευστοῦντος, ὃς ἔλεγε, τὴν μὲν πολυλογίαν ἐξ ἑνὸς τούτων τίκτεσθαι πάντως, ἢ ἐξ ἀναστροφῆς καὶ συνηθείας πονηρᾶς καὶ ἀκρατοῦς· μέλος γὰρ ὂν φυσικὸν ἡ γλῶσσα τοῦ σώματος, καθ᾿ ὃ λοιπὸν παιδευθῇ συνήθειαν ἀπαιτήσειεν, ἢ πάλιν ἐν τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα ἐκ τῆς κενοδοξίας· ἔστι δὲ ὅτε καὶ ἐκ τῆς γαστριμαργίας. Διόπερ πολλάκις πολλοὶ χαλινοῦντες τὴν γαστέρα, βίᾳ τινὶ καὶ ἀτονίᾳ συγκλείουσι καὶ τὴν γλῶτταν καὶ τὴν πολυέπειαν. 9. Ὁ μεριμνήσας ἐξόδου περιέκοψε λόγους· καὶ ὁ κτησάμενος πένθος ψυχῆς, ὡς πῦρ ἀπεστράφη πολυλογίαν. 10. Ὁ ἀγαπήσας ἡσυχίαν, ἀπέκλεισε στόμα, ὁ δὲ χαίρων ταῖς προόδοις, ὑπὸ τοῦ πάθους ἐκ τῆς κέλλης διώκεται. 11. Ὁ γνοὺς ὀσμὴν πυρὸς ὑψίστου, ὡς μέλισσα καπνὸν, ἀνθρώπων φεύγει σύνοδον· τὴν μὲν γὰρ ὁ καπνὸς διώκει· τῷ δὲ ἀνθρώπων σύνοδος ἀντιπράττει 12. (853.) Ὀλίγων λίαν τὸ ὕδωρ ἄφρακτον κωλύειν· ὀλιγωτέρων δὲ στόμα ἀκρατὲς δαμάσαι. Βαθμὸν ἑνδέκατον ὁ κινήσας, πλῆθος κακῶν ὑφ᾿ ἓν περιέκοψεν. |
ΕΧΟΜΕ ΑΝΑΦΕΡΕΙ μὲ συντομία στὰ προηγούμενα ὅτι εἶναι
πολὺ ἐπικίνδυνο, καὶ γι᾿ αὐτοὺς ἀκόμη ποὺ θεωροῦνται πνευματικοί, νὰ
κρίνουν τοὺς ἄλλους, πράγμα ποὺ ὑπεισέρχεται ἀνεπαίσθητα. Καὶ εἶναι
τὸ νὰ κρίνη κανεὶς τοὺς ἄλλους σὰν νὰ κρίνη τὸν ἑαυτόν του καὶ νὰ τιμωρῆται
ἀπὸ τὴν γλώσσα του. Τώρα λοιπὸν ἡ σειρὰ τῶν λόγων ἀπαιτεῖ νὰ ὁμιλήσωμε
γιὰ τὴν αἰτία καὶ τὴν θύρα ἀπὸ ὅπου εἰσέρχεται καὶ ἐξέρχεται τὸ πάθος
τῆς πολυλογίας. 2. Ἡ πολυλογία εἶναι ἡ καθέδρα τῆς κενοδοξίας. Καθισμένη
ἐπάνω της ἡ κενοδοξία προβάλλει καὶ διαφημίζει τὸν ἑαυτόν της. Ἡ πολυλογία
εἶναι σημάδι ἀγνωσίας, θύρα τῆς καταλαλιᾶς, ὁδηγὸς στὰ εὐτράπελα, πρόξενος
τῆς ψευδολογίας, σκορπισμὸς τῆς κατανύξεως. Εἶναι αὐτὴ ποὺ δημιουργεῖ
καὶ ποὺ προκαλεῖ τὴν ἀκηδία. Εἶναι πρόδρομος τοῦ ὕπνου, διασκορπισμὸς
τῆς «σύννοιας», ἀφανισμὸς τῆς φυλακῆς τοῦ νοός, ἀπόψυξις τῆς πνευματικῆς
θερμότητος, ἀμαύρωσις τῆς προσευχῆς. 3. Ἡ σιωπὴ ποὺ ἀσκεῖται μὲ ἐπίγνωσι καὶ διάκρισι εἶναι μητέρα τῆς προσευχῆς, ἐπιστροφὴ ἀπὸ τὴν αἰχμαλωσία, διαφύλαξις τοῦ θείου πυρός, ἐπιστάτης τῶν λογισμῶν, σκοπὸς ποὺ παρατηρεῖ τοὺς ἐχθρούς, δέσμευσις τοῦ πένθους, φίλη τῶν δακρύων, καλλιεργητὴς τῆς μνήμης τοῦ θανάτου, ζωγράφος τῆς αἰωνίου κολάσεως, ἐπίμονος ἐξεταστῆς τῆς Κρίσεως, πρόξενος πνευματικῆς ἀνησυχίας καὶ λύπης, ἐχθρὸς τῆς παρρησίας, σύζυγος τῆς ἡσυχίας, ἀντίπαλος τῆς ἀγάπης νὰ κάνη τὸν διδάσκαλο, αὔξησις τῆς πνευματικῆς γνώσεως, δημιουργὸς θείων θεωρημάτων, μυστικὴ πνευματικὴ πρόοδος, κρυφὴ πνευματικὴ ἀνάβασις. 4. Ὅποιος ἐγνώρισε τὰ παραπτώματά του, ἐχαλιναγώγησε τὴν γλῶσσα του, ἐνῷ ὁ πολύλογος δὲν ἐγνώρισε ἀκόμη καθὼς πρέπει τὸν ἑαυτόν του. Ὁ φίλος τῆς σιωπῆς προσεγγίζει τὸν Θεὸν καὶ συνομιλώντας μυστικὰ μαζί Του φωτίζεται ἀπὸ Αὐτόν. Ἡ σιωπὴ τοῦ Ἰησοῦ ἐδημιούργησε στὸν Πιλᾶτο σεβασμό. Καὶ ἡ ἠρεμία καὶ ἡ σιωπὴ ἑνὸς (ταπεινοῦ) ἀνδρὸς καταργεῖ τὴν κενόδοξη καυχησιολογία ἑνὸς ἄλλου. 5. Ὁ Πέτρος, ἐπειδὴ ὡμίλησε, ἔκλαυσε πικρά. Ἐλησμόνησε ἐκεῖνον ποὺ εἶπε: «Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου» (Ψαλμ. λη´ 1). Καὶ τὸν ἄλλον ποὺ εἶπε: «Κρεῖσσον πεσεῖν ἀπὸ ὕψους εἰς γῆν ἢ ἀπὸ γλώσσης» (πρβλ. Σοφ. Σειρὰχ κ´ 18). 6. Ἀλλὰ δὲν ἐπιθυμῶ νὰ γράψω περισσότερα γι᾿ αὐτὰ τὰ θέματα, παρ᾿ ὅλον ὅτι μὲ προτρέπουν σὲ αὐτὸ οἱ πονηρίες τῶν παθῶν (μὲ προτρέπουν δηλαδὴ νὰ χρησιμοποιήσω τὴν πολυλογία, ἐνῷ ὁμιλῶ γιὰ τὴν σιωπή). Τοῦτο μόνο θὰ προσθέσω: Ἄκουσα κάποτε ἕναν μοναχό, ποὺ ἤθελε νὰ ἐξετάση μαζί μου τὸ θέμα τῆς ἡσυχίας, νὰ λέγη ὅτι ἡ πολυλογία ὁπωσδήποτε γεννᾶται ἀπὸ τὶς ἑξῆς αἰτίες: Ἢ ἀπὸ κακὴ συναναστροφὴ καὶ κακὴ συνήθεια -ἀφοῦ ἡ γλώσσα, ἔλεγε, εἶναι μέλος τοῦ σώματος, ὅπως διαπαιδαγωγηθῇ, ἔτσι κατ᾿ ἀνάγκην καὶ θὰ συνηθίση- ἢ πάλι ἀπὸ κενοδοξία, πράγμα ποὺ συμβαίνει περισσότερο σὲ ὅσους ἔχουν πνευματικὸ πόλεμο, ἤ, μερικὲς φορές, ἀπὸ τὴν γαστριμαργία. Γι᾿ αὐτὸ πολλοὶ πολλὲς φορὲς δαμάζοντας τὴν κοιλία δεσμεύουν μὲ βία καὶ τὴν γλώσσα καὶ τὴν καθιστοῦν ἀνίσχυρη γιὰ πολυλογία. 7. Αὐτὸς ποὺ φροντίζει γιὰ τὴν ὥρα τοῦ θανάτου του, ὠλιγόστευσε τὰ λόγια του. Καὶ αὐτὸς ποὺ ἀπέκτησε πένθος στὴν ψυχή του, ἀπέφυγε σὰν φωτιὰ τὴν πολυλογία. 8. Αὐτὸς ποὺ ἀγάπησε τὴν ἡσυχία, ἀσφάλισε τὸ στόμα του. Καὶ αὐτὸς ποὺ εὐχαριστεῖται νὰ ἐξέρχεται ἀπὸ τὸ κελλί του, ἐξέρχεται διότι τὸν διώχνει ἀπ᾿ ἐκεῖ τὸ πάθος αὐτό, (δηλαδὴ ἡ πολυλογία). 9. Ἐκεῖνος ποὺ ἐδοκίμασε τὴν ὀσμὴ τοῦ ὑψίστου καὶ θείου πυρός, ἀποφεύγει τὴν συνάντησι τῶν ἀνθρώπων, ὅπως ἡ μέλισσα τὸν καπνό. Τὴν μέλισσα τὴν διώχνει ὁ καπνός, καὶ αὐτὸν τὸν ἐνοχλεῖ ἡ συνάντησις τῶν ἀνθρώπων. 10. Πολὺ ὀλίγοι μποροῦν νὰ κρατήσουν τὸ νερὸ χωρὶς κάποιο φράγμα καὶ κάποιο βοηθητικὸ μέσο. Ὀλιγώτεροι ὅμως εἶναι ἐκεῖνοι ποὺ μποροῦν νὰ δαμάσουν ἕνα ἀπύλωτο στόμα. Βαθμὶς ἑνδεκάτη! Ὅποιος ἐνίκησε, περιέκοψε διὰ μιᾶς πλῆθος ἀπὸ κακά. |
Τρίτη 30 Αυγούστου 2016
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΝΔΕΚΑΤΟΣ Περὶ πολυλογίας καὶ σιωπῆς
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἀναισθησίας
Περὶ ἀναισθησίας
ἤγουν νεκρώσεως ψυχῆς,
1. (932.) Ἀναισθησία καὶ ἐπὶ σωμάτων καὶ ἐπὶ πνευμάτων ἐστὶν νενεκρωμένη
αἴσθησις, ἐκ χρονίας νόσου, καὶ ἀμελείας εἰς ἀναισθησίαν καταλήξασα. |
(Διὰ τὴν νέκρωσιν τῆς
ψυχῆς καὶ διὰ τὸν
ΑΝΑΙΣΘΗΣΙΑ καὶ στὰ σώματα καὶ στὶς ψυχὲς εἶναι ἀπονεκρωμένη αἴσθησις,
ἡ ὁποία ἀπὸ χρονία ἀσθένεια καὶ ἀμέλεια κατέληξε νὰ ἀναισθητοποιηθῇ. |
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΕΚΤΟΣ Περὶ φιλαργυρίας
(Καθὼς καὶ περὶ ἀκτημοσύνης)
1. (924.) Πλεῖστοι ὅσοι τῶν σοφῶν διδασκάλων
πεφύκασι μετὰ τὸν προγεγραμμένον τύραννον τὸν παρόντα μυριοκέφαλον δαίμονα
φιλαργυρίας ἐντάττειν. Ἵνα μὴ οὖν τὴν τάξιν τῶν σοφῶν οἱ ἄσοφοι ἡμεῖς
ἐναλλάξαιμεν, τούτῳ ὅρῳ καὶ κανόνι ἐξηκολουθήσαμεν. Διὸ περὶ τῆς νόσου,
εἰ δοκεῖ, μικρὰ, εἶθ᾿ οὕτως περὶ τῆς ὑγείας βραχέα διαλάβωμεν. 2.
Φιλαργυρία ἐστὶν εἰδώλων προσκύνησις, ἀπιστίας θυγάτηρ, ἀσθενειῶν προφασίστρια,
γήρως μάντις, λιμῶν προμηνυτὶς ἀβροχίας ὑποβολεύς. 3. Φιλάργυρός ἐστιν Εὐαγελίων μυκτηριστής, καὶ ἑκούσιος παραβάτης. Ὁ κτησάμενος ἀγάπην, διεσκόρπισε χρήματα· ὁ δὲ τοῖς δύο λέγων συζῆν, ἑαυτὸν ἠπάτησεν. 4. Ὁ πενθῶν ἑαυτὸν καὶ τὸ σῶμα ἠρνήσατο· καὶ καιροῦ καλοῦντος, οὐδὲ τούτου ἐφείσατο. 5. Μὴ λέγε συνάγειν τῶν πτωχῶν ἕνεκα· δύο γὰρ λεπτὰ τὴν βασιλείαν ἠγόρασαν. 6. Φιλόξενος καὶ φιλάργυρος ἑαυτοῖς ὑπήντησαν· ὁ δὲ δεύτερος τὸν πρότερον ἀδιάκριτον ὠνόμασεν· 7. ὁ νικήσας τὸ πάθος, μερίμνας περιέκοψεν· ὁ δὲ δεδεμένος οὐδέποτε καθαρῶς προσεύξεται. 8. Ἀρχὴ φιλαργυρίας ὑπόθεσις ἐλεημοσύνης, τέλος δὲ (925.) ταύτης μῖσος πρὸς πένητας. Ἕως οὗ συνάξῃ, ἐλεήμων γίνεται· τῶν χρημάτων δὲ παρόντων, τὰς χεῖρας ἀπέσφιγξεν. 9. Εἶδον πένητας τοῖς χρήμασιν ἐν τῇ τῶν πτωχῶν τῷ πνεύματι πολιτείᾳ πλουτήσαντας· καί γε τῆς προτέρας αὐτῶν πενίας ἐπελάθοντο· 10. Φιλοχρήμων μοναχὸς ἀκηδίας ἀλλότριος, τοῦ ἀποστολικοῦ λόγου καθ᾿ ὥραν μνημονεύων· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω. Καί· Αἱ χεῖρές μου διηκόνησαν ἐμοὶ, καὶ τοῖς σὺν ἐμοί. Ἑκκαιδεκάτη πάλη· ἣν ὁ νικήσας ἢ ἀγάπην κέκτηται, ἢ μέριμναν περιέκοψεν. * * * Περὶ ἀκτημοσύνης [τῆς οὐρανοδρόμου]11. (928.) Ἀκτημοσύνη ἐστὶ φροντίδων ἀπόθεσις, ἀμεριμνία βίου, ὁδοιπόρος ἀνεμπόδιστος, πίστις ἐντολῶν, λύπης ἀλλότριος·12. ἀκτήμων μοναχὸς δεσπότης κόσμου, τῷ Θεῷ τὴν φροντίδα πιστεύων, καὶ διὰ πίστεως πάντας δούλους κεκτημένος· οὐκ ἐρεῖ ἀνθρώπῳ περὶ χρείας αὐτοῦ· τὰ δὲ ἐρχόμενα ὡς ἐκ χειρὸς Κυρίου δέξεται. 13. Ἀκτήμων ἐργάτης, ἀπροσπαθείας υἱὸς, τὰ προσόντα αὐτῷ ὡς μὴ ὄντα λογιζόμενος, ἀναχωρήσεως καταλαβούσης ἡγήσατο πάντα σκύβαλα Εἰ δὲ λυπεῖται ἔν τινι, οὔπω ἀκτήμων γέγονεν. 14. Ἀκτήμων ἀνὴρ ἐν προσευχῇ καθαρὸς, ὁ δὲ φιλοκτήμων εἰκόνας ὕλης προσεύχεται· 15. οἱ ἐν ὑποταγῇ διατρίβοντες, φιλαργυρίας ἀλλότριοι· ὅπου γὰρ καὶ τὸ σῶμα ἐξέδωκαν, τί λοιπὸν κέκτηται ἴδιον; Ἓν οἱ τοιοῦτοι ἀδικεῖσθαι πεφύκασιν, εἰς μετάβασιν εὐχερεῖς καὶ ἕτοιμοι ὑπάρχοντες. Εἶδον ὕλην ὑπομονὴν μοναχοῖς ἐν τόπῳ γεννήσασαν. Ἐκείνων δὲ ἐγὼ τοὺς διὰ Κύριον πελαζομένοις πλέον ἐμακάρισα. 17. Ὁ γευσάμενος τῶν ἄνω, εὐχερῶς καταφρονεῖ τῶν κάτω· ὁ δὲ ἐκείνων ἄγευστος, ἐπὶ κτήμασιν ἀγάλλεται. 18. Ἄλογος ἀκτήμων δύο ἀδικεῖται· τῶν παρόντων ἀπεχόμενος, καὶ τῶν μελλόντων στερούμενος. Μὴ οὖν φανῶμεν, ὦ μοναχοὶ, τῶν πετεινῶν ἀπιστότεροι. 19. Οὐ γὰρ μεριμνῶσιν, οὐδὲ συνάγουσιν· μέγας γὰρ ὁ ἀποκτώμενος εὐσεβῶς χρήματα· ἅγιος δὲ ὁ ἀποκτώμενος τὸ ἑαυτοῦ θέλημα. 20. Ὁ μὲν ἑκατονταπλασίονα ἢ (929.) διὰ χρημάτων, ἢ διὰ χαρισμάτων λήψεται· ὁ δὲ ζωὴν αἰώνιον κληρονομήσει· 21. οὐκ ἐκλείψει κύματα θάλασσαν, οὐδὲ φιλάργυρον ὀργὴ καὶ λύπη. 22. Ὁ καταφρονήσας ὕλης, ἐλυτρώθη δικαιολογίας καὶ ἀντιλογίας· ὁ δὲ φιλοκτήμων ὑπὲρ ῥαφίδος ἕως θανάτου πυκτεύει· 23. πίστις ἀκλινὴς περικόψει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα. 24. Οὐκ ἦν ἐν τῷ Ἰὼβ φιλαργυρίας ἴχνος· διὸ καὶ στερηθεὶς, ἀθόρυβος ἔμεινε. 25. Ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ λέγεται ἡ φιλαργυρία· μῖσος γὰρ, καὶ κλοπὰς, καὶ φθόνους, καὶ χωρισμοὺς, καὶ ἔχθρας, καὶ ζάλας, καὶ μνησικακίας, καὶ ἀσπλαγχνίας, καὶ φόνους αὕτη ἐποίησε. 26. Διὰ μικροῦ πυρός τινες πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μικρᾶς ἀρετῆς ὅλα τὰ παρόντα, καὶ τὰ εἰρημένα ἔφυγον πάθη· αὕτη καλεῖται ἀπροσπάθεια. Ταύτην δὲ ἔτεκε πεῖρα καὶ γεῦσις γνώσεως Θεοῦ, καὶ φροντὶς ἀπολογίας ἐξόδου. 27. Οὐκ ἠγνόηται μὲν τῷ μετὰ προσοχῆς ἀνεγνωκότι πάσης τῆς μητροκάκου ὁ λόγος. Φησὶ γὰρ ἐν τῇ πονηρᾷ αὐτῆς καὶ ἐπαράτῳ τεκνογονίᾳ, δεύτερον αὐτῆς εἶναι ἀπόγονον, τὸν ἀναισθησίας λίθον· κεκώλυκε δέ με τὴν οἰκείαν αὐτῷ τάξιν ἀπονεῖμαι ὁ πολυκέφαλος τῆς εἰδωλολατρίας ὄφις. Τρίτην πῶς οὐκ οἶδα λαχὼν παρὰ τοῖς διακριτικοῖς τῶν πατέρων ἐν τῇ τῶν ὀκτὼ ἀλύσει· ὃν συμμέτρως ἀποπεράναντες λέγειν λοιπὸν περὶ ἀναισθησίας βουλόμεθα, ὡς τρίτης ὑπαρχούσης τῆςἐν γενέσει δευτέρας, μεθ᾿ ἣν λοιπὸν καὶ περὶ ὕπνου καὶ ἀγρυπνίας· οὐ μὴν δὲ ἀλλὰ καὶ περὶ τῆς νηπιώδους καὶ ἀνάνδρου δειλίας, βραχέα διαλάβωμεν· εἰσαγωγικῶν γὰρ τὰ τοιαῦτα νοσήματα. Ἑπτακαιδέκατον ἆθλον ὁ κτησάμενος, πρὸς οὐρανὸν ἀΰλως ὁδοιπορεῖ. |
ΠΟΛΛΟΙ ΑΠΟ τοὺς σοφοὺς διδασκάλους μετὰ ἀπὸ τὸν προηγούμενο
τύραννο συνηθίζουν νὰ τοποθετοῦν τὸν παρόντα μυριοκέφαλο δαίμονα τῆς
φιλαργυρίας. Καὶ γιὰ νὰ μὴ μεταβάλωμε τὴν σειρὰ τῶν σοφῶν ἐμεῖς οἱ ἄσοφοι,
ἀκολουθήσαμε τὸν ἴδιο κανόνα καὶ τὴν ἴδια ἀπόφασι. Ἔτσι ἀφοῦ ὁμιλήσωμε
ὀλίγο μὲ τὴν ἀρρώστεια, θὰ ὁμιλήσωμε ἔπειτα ἐν συντομίᾳ καὶ γιὰ τὴν
κατάστασι τῆς ὑγείας. 2. Ἡ φιλαργυρία εἶναι προσκύνησις τῶν εἰδώλων,
θυγατέρα τῆς ἀπιστίας, προφασίστρια νόσων, μάντις γηρατειῶν, ὑποβολεὺς
ἀνομβρίας, προμηνυτὴς λιμῶν. 3. Φιλάργυρος εἶναι ἐκεῖνος ποὺ καταφρονεῖ τὶς εὐαγγελικὲς ἐντολὲς καὶ τὶς παραβαίνει ἐνσυνείδητα. Ὅποιος ἀπέκτησε ἀγάπη διεσκόρπισε χρήματα. Ὅποιος ὅμως ἰσχυρίζεται πὼς συμβιβάζει στὴν ζωή του καὶ τὰ δυό, αὐτοαπατήθηκε. 4. Ὅποιος πενθεῖ γιὰ τὶς ἁμαρτίες του, ἀπαρνήθηκε καὶ τὸ σῶμα του. Διότι ὅταν τὸ ἐκάλεσε ἡ περίστασις, οὔτε αὐτὸ τὸ λυπήθηκε. 5. Μὴ ἰσχυρίζεσαι ὅτι μαζεύεις χρήματα γιὰ τοὺς πτωχούς. Διότι δυὸ μόνο λεπτὰ ἀγόρασαν τὴν οὐράνιο βασιλεία (πρβλ. Λουκ. κα´ 2). 6. Ὁ φιλόξενος καὶ ὁ φιλάργυρος συναντήθηκαν. Καὶ ὁ δεύτερος ἀποκαλοῦσε τὸν πρῶτο ἀδιάκριτο καὶ ἀσύνετο. 7. Ὅποιος ἐνίκησε τὸ πάθος αὐτό, ἔπαυσε νὰ ἔχη μέριμνες. Ὅποιος εἶναι δεμένος μαζί του, ποτὲ δὲν θὰ κάνη καθαρὰ προσευχή. 8. Ἀρχὴ τῆς φιλαργυρίας, ἡ πρόφασις τῆς ἐλεημοσύνης. Τέλος δὲ αὐτῆς, τὸ μίσος πρὸς τοὺς πτωχούς. Ἕως ὅτου κάποιος συγκεντρώση τὰ χρήματα, κάνει ἐλεημοσύνες. Ὅταν ὅμως τὰ συγκεντρώση, σφίγγουν τὰ χέρια του. 9. Εἶδα ἀνθρώπους πτωχοὺς ὡς πρὸς τὰ χρήματα, οἱ ὁποῖοι ἐπλούτησαν στὴν ζωὴ τῶν «πτωχῶν τῷ πνεύματι»· δηλαδὴ ἐπλούτησαν στὴν μοναχικὴ ζωή. Καὶ ἔπαυσαν πλέον νὰ ἐνθυμοῦνται τὴν προηγουμένη πτωχεία τους. 10. Ὁ φιλοχρήματος μοναχὸς εἶναι ξένος πρὸς τὴν ἀκηδία(!), ἐνθυμούμενος κάθε ὥρα τὸν ἀποστολικὸ λόγο «Ὁ ἀργὸς μηδὲ ἐσθιέτω» (Β´ Θέσ. γ´ 10), καθὼς καὶ τό: «Αἱ χεῖρες αὗται διηκόνησαν ἐμοὶ καὶ τοῖς σὺν ἐμοί»! (Πράξ. κ´ 34). * * * |
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΠΕΜΠΤΟΣ Περὶ ἁγνείας
Περὶ ἀφθάρτου
ἐν φθαρτοῖς
2. (880.) Ἁγνεία ἐστὶν ἀσωμάτου φύσεως οἰκείωσις. Ἁγνεία ἐστὶν φύσεως
ὑπὲρ φύσιν ὑπερφυὴς ἄρνησις· καὶ ἀσωμάτων σώματος θνητοῦ καὶ φθαρτοῦ
παράδοξος ὄντως ἅμιλλα· ἁγνός ἐστιν ὁ ἔρωτι ἔρωτα διακρουσάμενος, καὶ
πῦρ πυρὶ ἀΰλῳ ἀποσβέσας. |
(Διὰ τὴν ἄφθαρτον ἁγνείαν
καὶ σωφροσύνην,
1. Ἀκούσαμε τὴν μαινάδα, δηλαδὴ τὴν γαστριμαργία, ποὺ μόλις πρὸ ὀλίγου
μᾶς ἀνέφερε ὅτι ἰδικός της ἀπόγονος εἶναι ὁ σαρκικὸς πόλεμος. Διότι
μᾶς τὸ διδάσκει αὐτὸ καὶ ὁ παλαιὸς ἐκεῖνος προπάτωρ, ὁ Ἀδάμ, ὁ ὁποῖος
ἐὰν δὲν εἶχε νικηθῆ ἀπὸ τὴν κοιλία, δὲν θὰ ἐρχόταν σὲ σαρκικὴ σχέσι
μὲ τὴν σύζυγό του. Ὅσοι λοιπὸν τηροῦν τὴν πρώτη ἐντολή, δὲν πέφτουν
στὴν δεύτερη παράβασι. Καὶ παραμένουν βεβαίως υἱοὶ τοῦ Ἀδάμ, χωρὶς ὅμως
νὰ δοκιμάσουν καὶ νὰ γνωρίσουν τὴν πτῶσι τοῦ Ἀδάμ, σὲ μία κατάστασι
ὀλίγο κατωτέρα ἀπὸ τοὺς Ἀγγέλους. Καὶ τοῦτο, γιὰ νὰ μὴ γίνη τὸ κακὸ
ἀθάνατο, ὅπως λέγει ὁ Ἅγιος ποὺ ὀνομάζεται Θεολόγος
(1). |
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΤΕΤΑΡΤΟΣ Περὶ γαστριμαργίας
Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρός.1. (864.) Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ᾿ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος.2. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις· κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει. 3. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργὸς, ἡδυτήτων πηγή· 4. κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε· καὶ ταύτην ἀποσφάξας, ἑτέρᾳ ἡττήθης. 5. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη· μέτρια δεχομένη τάδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη· κόρος βρωμάτων, πορνείας πατήρ· 6. θλίψις δὲ κοιλίας, ἁγνείας πρόξενος. 7. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε· σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε. 8. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ· μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ· πρὸ χρόνου τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει· ὁ δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει. 9. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται· καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται· ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἴνου καταλύειν [al. οἴνου λύσιν]ἐσκέψατο· καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο. 10. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργίᾳ, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται· ἡ μὲν καταλύειν βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται· σοφὸς μοναχὸς ἀμφοτέρων (865.) ἐκφεύξεται, ἐν οἰκείῳ καιρῷ τῇ ἑτέρᾳ τὴν ἑτέραν ἀποσειόμενος. 11. Τῆς μὲν σαρκὸς σφρυγώσης, ἐν παντὶ καιρῷ καὶ τόπῳ ταύτην τιμωρήσωμεν· ταύτης δὲ ἡρεμούσης, ὅπερ πρὸ τάφου οὐ πείθομαι, τὴν ἑαυτῶν ἐργασίαν ἀποκρύψομεν. 12. Εἶδον πρεσβύτας ἱερεῖς ὑπὸ δαιμόνων ἐμπαιζομένους· καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς νέοις ἐν συμποσίοις, τοῦ οἵνου καὶ τῶν λοιπῶν μετ᾿ εὐλογίας λύοντας. Εἰ μὲν ἐν Κυρίῳ μεμαρτυρημένοι ὑπάρχουσι, μετρίως λύσωμεν· εἰ δὲ ἀμελεῖς, μηδὲν περὶ τῆς ἑαυτῶν εὐλογίας φροντίσωμεν· καὶ μάλιστα εἴπερ τῷ πυρὶ μαχόμενοι τυγχάνομεν. 13. Ἐδόκησεν ὁ θεήλατος Εὐάγριος τῶν σοφῶν σοφώτερος τῇ τε προφορᾷ καὶ τοῖς νοήμασι γενέσθαι· ἀλλ᾿ ἐψεύσθη ὁ δείλαιος, τῶν ἀφρόνων φανεὶς ἀφρονέστερος· ἐν πολλοῖς μὲν πλὴν καὶ ἐν τούτῳ· φησὶ γάρ· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι· ὅμοιον δέ τι προστέταχε τῷ εἰπόντι τῷ παιδὶ ἐν [al. τῷ]ἑνὶ βήματι πᾶσαν ἀνελθεῖν τὴν κλίμακα· τοίνυν ἀποτρέποντες αὐτοῦ τὸν ὅρον, ἡμεῖς φήσομεν· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, φύσεως ἴδιον ἐπιζητεῖ· διὸ μηχανῇ πρὸς τὴν παμμήχανον χρησόμεθα· εἴπερ μὴ, βαρύτατος παρέστη [al. πάρεστι] πόλεμος ἢ πτώματος εὐθύναι. Περικόψομεν τέως τὰ λιπαίνοντα· εἶτα τὰ ἐκκαίοντα, εἶθ᾿ οὕτως τὰ ἡδύνοντα· 14. εἰ δυνατὸν, δίδου τῇ σῇ κοιλίᾳ τροφὴν ἐμπιπλῶσαν καὶ εὔπεπτον· ἵνα διὰ μὲν τῆς πλησμονῆς τὴν ἄπληστον αὐτῆς γνώμην ἀποστήσωμεν· διὰ δὲ τῆς ταχείας διαπνεύσεως, τῆς πυρώσεως ὡς μάστιγος λυτρωθῶμεν. Ἐπισκεψώμεθα καὶ τὰ πλεῖστα τῶν πνευματούντων, καὶ κινοῦντα εὑρήσομεν. 15. Γέλα ἐπὶ τῷ δαίμονι τῷ μετὰ τὸ δεῖπνον ὑπερθεσίμους σε ποιεῖν ὑποτιθεμένῳ· τῆς γὰρ ἐννάτης τῇ ἑξῆς καταλαβούσης, ἠρνήσατο τὴν συνταγὴν τῆς προλαβούσης. 16. Ἄλλη ἡ τοῖς ἀνευθύνοις, καὶ ἑτέρα τοῖς ὑπευθύνοις, ἁρμόζουσα ἐγκράτεια· οἱ μὲν γὰρ τὴν τοῦ σώματος κίνησιν εἰς σημεῖον κέκτηνται· οἱ δὲ μέχρι θανάτου καὶ τέλους πρὸς τοῦτο ἀπαρακλήτως καὶ ἀδιαλήκτως διάκεινται· οἱ μὲν πρότεροι τὴν σύγκρασιν τοῦ νοὸς ἀεὶ φυλάττειν ἐθέλουσιν· οἱ δὲ δεύτεροι διὰ τῆς ψυχικῆς σκυθρωπότητος καὶ τήξεως τὸν Θεὸν ἐξευμενίζονται. 17. Καιρὸς εὐφροσύνης καὶ παρακλήσεως τῷ μὲν τελείῳ ἀμεριμνία ἐν πᾶσι· τῷ δὲ ἀγωνιστῇ καιρὸς πάλης· τῷ δὲ ἐμπαθεῖ ἑορτὴ ἑορτῶν, καὶ πανήγυρις πανηγύρεων. 18. Ἐνύπνια τροφῶν καὶ βρωμάτων ἐν καρδίᾳ γαστριμάργων· ἐνύπνια δὲ κολάσεων καὶ κρίσεως ἐν καρδίᾳ πενθούντων. 19. Κράτει κοιλίας, πρὶν αὐτὴ σοῦ κρατήσει· καὶ τότε μέλλεις μετ᾿ αἰσχύνης ἐγκρατεύεσθαι. Οἴδασι τὸ εἰρημένον οἱ τῷ ἀῤῥήτῳ περιπεσόντες βόθρῳ· εὐνοῦχοι δὲ ἄνδρες ἀπείραστοι τούτου. 20. Κοιλίαν περικόψωμεν ἐννοίᾳ πυρός· ταύτῃ γὰρ ὑπακούσαντές τινες, ἔσχατον τὰ μέλη ἑαυτῶν ἐξέκοψαν· καὶ διπλοῦν τεθνήκασι θάνατον. Ζητήσωμεν, καὶ πάντως εὑρήσομεν τὰ παρ᾿ ἡμῖν ναυάγια ταύτην μόνην ἐργαζομένην. 21. Νοῦς νηστευτοῦ προσεύχεται νηφόντως· (868.) ὁ δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται· 22. κοιλίας κόρος ἐξήρανε πηγάς· αὕτη δὲ ξηρανθεῖσα ἐγέννησεν ὕδατα. 23. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν. 24. Θλιβομένης κοιλίας ταπεινοῦται καρδία· θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός. 25. Ψηλάφα σεαυτὸν περὶ τὴν μέσην, καὶ περὶ τὴν ἐσχάτην ὥραν πρὸ τῆς βρώσεως· καὶ μαθήσῃ ἐξ αὐτοῦ τὴν τῆς νηστείας ὠφέλειαν. Σκιρτᾷ μὲν πρωΐας καὶ πελάζεται λογισμός· τῆς ἕκτης καταλαβούσης, μικρὸν ὑπεχάλασε, τῆς δὲ ἡλίου δύσεως εἰς τέλος ἐταπεινώθη. 26. Θλίβε κοιλίαν, καὶ πάντως κλείσεις καὶ στόμα· νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Πυκτεύων πύκτευε αὐτῇ [πρὸς αὐτὴν], καὶ νήφων νῆφε αὐτῇ· ἂν γὰρ μικρὸν πονήσῃς, εὐθέως καὶ ὁ Κύριος συνεργήσει. 27. Μαλασσόμενοι ἀσκοὶ ἐπιδιδοῦσι τῇ χωρήσει, περιφρονούμενοι δὲ οὐ τοσοῦτον δέχονται· ὁ καταναγκάζων γαστέρα αὐτοῦ, ἐπλάτυνεν ἔντερα· ὁ δὲ ἀγωνιζόμενος πρὸς αὐτὴν, συνέσφιγξε ταῦτα· τούτων δὲ συσφιγχθέντων, οὐ πολλὰ δέξονται· καὶ τότε λοιπὸν γινόμεθα φυσικῶς νηστεύοντες. 28. Δίψα δίψαν πολλάκις κατέπαυσε· πείνᾳ δὲ πεῖναν περικόψαι χαλεπὸν καὶ ἀμήχανον. 29. Ὁπόταν νικήσῃ σε, ἐν πόνοις δάμαζε αὐτήν· εἰ δὲ καὶ τοῦτο ἀδύνατον δι᾿ ἀσθένειαν, ἀγρυπνίᾳ πάλαισον πρὸς αὐτήν. Ὀφθαλμῶν βαρυνομένων ἐπιλαβοῦ ἐργοχείρου· ὕπνου δὲ μὴ παρόντος, μὴ ἅψει αὐτοῦ· ἀδύνατον γὰρ Θεῷ καὶ μαμμωνᾷ, τοῦτ᾿ ἔστι Θεῷ καὶ ἐργοχείρῳ, παραστῆσαι τὸν νοῦν. 30. Γίνωσκε, ὅτι περ πολλάκις ὁ δαίμων τῷ στομάχῳ καθέζεται, καὶ μὴ κορέννυσθαι τὸν ἄνθρωπον παρασκευάζει, κἂν πᾶσαν τὴν Αἴγυπτον φάγῃ καὶ τὸν Νεῖλον ποταμὸν πίῃ. Μετὰ τὴν τροφὴν ἀναχωρεῖ ὁ ἀνόσιος, καὶ τὸν τῆς πορνείας ἡμῖν ἀποστέλλει, ἀπαγγείλας αὐτῷ τὸ γενόμενον· κατάλαβε, λέγων, θορύβησον αὐτόν· τῆς κοιλίας γὰρ ἐμπεφορημένης κοπωθήσῃ· ἐλθὼν ἐμειδίασε, καὶ τῷ ὕπνῳ δήσας ἡμῶν χεῖρας καὶ πόδας, πάντα λοιπὸν ὅσα ἠθέλησεν, ἐποίησεν· τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν μολυσμοῖς, καὶ φαντασίαις, καὶ ἐκκρίσεσι καταμιάνας. 31. Θαῦμα ἰδέσθαι νοῦν ἀσώματον ὑπὸ σώματος μολυνόμενον καὶ σκοτούμενον· καὶ πάλιν διὰ πηλοῦ τὸ ἄϋλον ἀνακαθαιρόμενον καὶ λεπτυνόμενον. 32. Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν τῷ Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα· ταύτης γὰρ θεραπευομένης καὶ πλατυνομένης, τὰς συνθήκας ἠθέτησας. Ἐπίσκεψαι, καὶ ἀκούσεις τοῦ λέγοντος, Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας· καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Τί στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. 33. Ἄρχων δαιμόνων, ὁ πεσὼν ἑωσφόρος· καὶ ἄρχων παθῶν ὁ λαιμὸς τῆς κολίας· 34. ἐν τραπέζῃ ἐδεσμάτων ἀνακλινόμενος, μνήμην θανάτου καὶ κρίσεως εἰς μέσον ἄγε· μόλις γὰρ, κἂν οὕτως μικρὸν πάθος ἐμποδίσῃς. Τὸ πόμα πίνων, τοῦ ὄξους καὶ τῆς χολῆς τοῦ (869.) σοῦ Δεσπότου μὴ παύσῃ ἐννοῶν· καὶ πάντως ἢ ἐγκρατεύσῃ, ἢ στενάξεις, ἢ καὶ ταπεινότερον ποιήσεις τὸ φρόνημα. 35. Μὴ πλανῶ, οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω Πάσχα θεάσῃ, ἂν οὐ πικρίδας καὶ ἄζυμα φάγῃς [γεύσῃς] διὰ παντός. Πικρίδες ἐστὶν ἡ τῆς νηστείας βία καὶ πόνος· ἄζυμα δὲ, τὸ μὴ φυσώμενον φρόνημα· 36. τῇ σῇ ἀναπνοῇ συγκολληθήτω ὁ λόγος τοῦ λέγοντος· Ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας παρενοχλεῖν μοι, ἐνεδυόμην σύκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον ψυχῆς μου ἐκεκόλλητο. 37. Νηστεία ἐστὶ βία φύσεως, καὶ περιτομὴ ἡδύτητος λάρυγγος, πυρώσεως ἐκτομὴ, πονηρῶν ἐννοιῶν ἐκκοπὴ, ἐνυπνιασμῶν ἐλευθερία, προσευχῆς καθαρότης· ψυχῆς φωστὴρ, νοὸς φυλακή· πωρώσεως λῦσις, κατανύξεως θύρα, στεναγμὸς ταπεινὸς, συντριμμὸς ἱλαρὸς, πολυλογίας ἀργία, ἡσυχίας ἀφορμὴ, ὑπακοῆς φύλαξ, ὕπνου κουφισμὸς, ὑγεία σώματος, ἀπαθείας πρόξενος, ἁμαρτημάτων ἄφεσις· παραδείσου θύρα καὶ τρυφή. 38. Ἀπαιτήσωμεν καὶ τοῦτον, μᾶλλον δὲ πρὸ πάντων τούτων τὸν προστάτην τῶν κακῶν ἡμῶν πολέμιον, τὴν θύραν τῶν παθῶν, τὴν πτῶσιν τοῦ Ἀδὰμ, τὴν τοῦ Ἡσαῦ ἀπώλειαν, τῶν Ἰσραηλιτῶν τὸν ὄλεθρον, τὴν τοῦ Νῶε ἀσχημοθέαν, τὴν τῶν Γομόῤῥων προδότην, τὴν τοῦ Λὼτ μέμψιν, τὴν τῶν υἱῶν Ἡλεὶ τοῦ ἱερέως ἐξολόθρευσιν, τὴν τῶν μολυσμῶν χειραγωγόν. Πόθεν δὲ τίκτεται, καὶ τίνες οἱ ταύτης ἀπόγονοι; Τίς τε ὁ συντρίβων αὐτήν; Καὶ τίς ὁ ἀπολλύων αὐτὴν εἰς τέλος; Λέγε ἡμῖν, ὦ ἡ πάντων τῶν βροτῶν τυραννὶς, ἡ πάντας ὠνησαμένη χρυσίῳ ἀπληστίας, πόθεν τὴνεἴσοδον ἐν ἡμῖν κέκτησαι; καὶ τί μετὰ τὴν εἴσοδον τίκτειν πέφυκας; καὶ τίς ἡ σοῦ ἐξ ἡμῶν ἔξοδος; Ἡ δὲ ἐπὶ ταῖς ὕβρεσι πονήσασα, πρὸς ἡμᾶς τυραννικῶς ἡ μαιμάσσουσα, καὶ ἀγρία ἀπεκρίνετο· Τί με λοιδορίαις βάλλετε, οἱ ἐμοὶ ὑπεύθυνοι τυγχάνοντες; Πῶς δέ μου χωρισθῆναι σπουδάζετε; Κἀγὼ τῇ φύσει συνδέδεμαι· ἐμοῦ θύρα, φύσις βρωμάτων· ἐμοῦ δὲ ἀπληστίαις συνήθεια αἴτιος· ἐμοῦ δὲ πάθους ὑπόθεσις συνήθεια προλαβοῦσα, καὶ ἀναλγησία ψυχῆς, καὶ ἀμνημοσύνη θανάτου· πῶς δὲ τῶν ἐμῶν ἀπογόνων τὰ ὀνόματα ζητεῖτε μαθεῖν; ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ὅμως τοὺς πρωτοτόκους μου καὶ ἀγαπητοὺς ἀκούσατε τίνες προσαγορεύονται. Υἱὸς πρωτότοκός μου, πορνείας ὑπουργὸς, ἐκείνου δὲ δεύτερος σκληρότης καρδίας· ὁ ὕπνος τρίτος, θάλασσα λογισμῶν, κύματα μολυσμῶν· βυθὸς ἀγνώστων καὶ ἀῤῥήτων ἀκαθαρσίων ἐξ ἐμοῦ ἐκπορεύονται. Ἐμοῦ θυγατέρες ὀκνηρία, πολυλογία, παῤῥησία, γελωτοποιΐα, εὐτραπελία, ἀντιλογία, σκληροτραχηλία, ἀνηκοΐα, ἀναισθησία, αἰχμαλωσία, μεγαλαυχία, θρασύτης, φιλοκοσμία, ἣν διαδέχεται προσευχὴ ῥυπαρὰ, καὶ ῥεμβασμοὶ λογισμῶν. Πολλάκις δὲ καὶ συμφοραὶ ἀνέλπιστοι καὶ ἀπροσδόκητοι, αἷς προσωμίλησε ἀνελπιστία ἡ πάντων χαλεπωτέρα· ἐμὲ πολεμεῖ μὲν, οὐ νικᾷ δὲ μνήμη πταισμάτων· ἐχθραίνει μοι εἰς ἅπαν ἔννοια θανάτου, τὸ δὲ ἐμὲ (872.) καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν· ὁ κτησάμενος παράκλητον, τούτῳ ἐντυγχάνει κατ᾿ ἐμοῦ· κἀκεῖνος δυσωπηθεὶς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν· οἱ γὰρ ἐκείνου ἄγευστοι, διὰ τῆς ἐμῆς γλυκύτητος πάντωςἡδύνεσθαι ζητοῦσι. Ἀνδρεία νίκη. Ὁ ἰσχύσας δῆλος πρὸς ἀπάθειαν καὶ σωθφροσύνην ἀκροτάτην ἐπειγόμενος. |
(Διὰ τὴν ὀνομαστὴν δέσποιναν, τὴν πονηρὰν κοιλίαν)ΠΡΟΚΕΙΜΕΝΟΥ τώρα νὰ ὁμιλήσωμε περὶ κοιλίας, ἀπεφασίσαμε πάλι, ὅπως καὶ σὲ ὅλα τὰ ἄλλα θέματα, νὰ στρέψωμε τὴν φιλοσοφία μας ἐναντίον μας. Διότι εἶναι ἀξιοθαύμαστο ἐὰν ἀπηλλάγη κανεὶς ἀπὸ αὐτήν, πρὶν κατοικήση τὸν τάφο.2. Γαστριμαργία εἶναι ἡ ὑποκριτικὴ συμπεριφορὰ τῆς κοιλίας, ἡ ὁποία, ἐνῷ εἶναι χορτασμένη, φωνάζει πὼς εἶναι ἐνδεής· καὶ ἐνῷ εἶναι παραφορτωμένη μέχρι διαρρήξεως, ἀνακράζει ὅτι πεινᾶ. Γαστριμαργία εἶναι ἡ δημιουργὸς τῶν καρυκευμάτων, ἡ πηγὴ τῶν τέρψεων τοῦ λάρυγγος. Ἐσὺ ἔκλεισες τὴν φλέβα (τῶν ἡδονικῶν ἀπαιτήσεών της), ἀλλὰ αὐτὴ ξεπρόβαλε ἀπὸ ἄλλο μέρος. Τὴν ἔφραξες καὶ τούτη, ἀλλὰ καινούργια ἀνοίχθηκε. Γαστριμαργία εἶναι μία ἀπάτη τῶν ὀφθαλμῶν. Καθ᾿ ἣν στιγμὴν κάποιος τρώγει τὸ μέτριο σὲ ποσότητα φαγητό του, ἡ γαστριμαργία τὸν κάνει νὰ σκέπτεται, πῶς νὰ ἦταν δυνατὸ νὰ καταβροχθίση διὰ μιᾶς τὰ σύμπαντα. 3. Ὁ χορτασμὸς ἀπὸ φαγητὰ εἶναι πατὴρ τῆς πορνείας· ἡ θλίψις δὲ τῆς κοιλίας εἶναι πρόξενος τῆς ἁγνότητος. Ἐκεῖνος ποὺ ἐκολάκευσε τὸν λέοντα, πολλὲς φορὲς τὸν ἡμέρωσε. Ἐκεῖνος ὅμως ποὺ περιποιήθηκε τὴν σάρκα, περισσότερο τὴν ἐξαγρίωσε. 4. Χαίρεται ὁ Ἰουδαῖος τὸ Σάββατο ἢ τὶς ἑορτές, καὶ ὁ γαστρίμαργος μοναχὸς τὸ Σάββατο καὶ τὴν Κυριακή. Ἀπὸ καιρὸ ὑπολογίζει τὸ Πάσχα καὶ ἀπὸ πολλὲς ἡμέρες ἑτοιμάζει τὰ φαγητά. Ὁ δοῦλος τῆς κοιλίας σκέπτεται μὲ τί εἴδους φαγητὰ θὰ ἑορτάση, ὁ δὲ δοῦλος τοῦ Θεοῦ μὲ τί χαρίσματα θὰ πλουτήση. Ὁ κοιλιόδουλος, ὅταν ἔλθη κάποιος ξένος, συνέχεται ὁλόκληρος ἀπὸ τὴν ἀγάπη -ἀγάπη ποὺ προέρχεται ἀπὸ τὴν γαστριμαργία- καὶ θεωρεῖ ὡς ἀναψυχὴ τοῦ ἀδελφοῦ τὴν ἰδική του κατάλυσι! Ἐπὶ παρουσίᾳ ὡρισμένων ἄλλων ἀπεφάσισε τὴν κατάλυσι οἴνου, καὶ νομίζοντας πὼς κρύβει τὴν ἀρετή του, ὑποδουλώθηκε στὸ πάθος του. 5. Ἐχθρεύεται πολλὲς φορὲς ἡ κενοδοξία πρὸς τὴν γαστριμαργία καὶ ἀντιμάχονται γιὰ τὴν κατοχὴ τοῦ ἀθλίου μοναχοῦ σὰν νὰ πρόκειται γιὰ ἀγοραστὸ δοῦλο. Ἡ μὲν γαστριμαργία τὸν ὠθεῖ στὴν κατάλυσι, ἡ δὲ κενοδοξία του συνιστᾶ τὴν ἐπίδειξι τῆς ἀρετῆς του, ἀλλὰ ὁ σοφὸς μοναχὸς θὰ τὶς ἀποφύγη καὶ τὶς δυὸ διώχνοντας στὴν κατάλληλη ὥρα τὴν μία μὲ τὴν βοήθεια τῆς ἄλλης. 6. Ὅταν ἡ σάρκα σφριγᾶ, ἂς φυλάξωμε τὴν ἐγκράτεια παντοῦ καὶ πάντοτε. Ὅταν δὲ ἠρεμῆ -πράγμα ποὺ δὲν πιστεύω ὅτι κατορθώνεται πρὸ τοῦ τάφου- ἂς ἀποκρύψωμε τὴν ἐργασία μας. |
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΤΡΙΤΟΣ Περὶ ἀκηδίας
1. (857.) Εἷς καὶ οὗτος πολλάκις τῶν τῆς
πολυλογίας κλάδων, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν, ἐστὶ, καὶ πρῶτος ἀπόγονος,
λέγω δὴ ὁ τῆς ἀκηδίας. Διὸ καὶ (860.) ἁρμόζουσαν αὐτῷ τάξιν ἐν τῇ πονηρᾷ
ἁλύσει ἀπενείμαμεν. 2. Ἀκηδία ἐστὶ πάρεσις ψυχῆς, καὶ νοὸς ἔκλυσις,
ὀλιγωρία ἀσκήσεως, μῖσος τοῦ ἐπαγγέλματος, κοσμικῶν μακαρίστρια, Θεοῦ
διαβλήτωρ, ὡς ἀσπλάγχνου καὶ ἀφιλανθρώπου, ἀτονία ψαλμῳδίας, ἐν προσευχῇ
ἀσθενοῦσα, ἐν διακονίᾳ σιδηρᾷ, ἐν ἐργοχείρῳ ἄοκνος, ἐν ὑπακοῇ δόκιμος. 3. Ἀνὴρ ὑποτακτικὸς ἀγνώριστος, διὰ τῶν αἰσθητῶν τὰ νοητὰ κατορθωκώς. Κοινόβιον ἀκηδίας ἀντίπαλον ἀνδρὶ δὲ ἡσυχαστῇ σύζυγος αἰώνιος, πρὸ θανάτου αὐτοῦ οὐ μὴ ἀποστήσεται· καὶ πρὸ τελευτῆς αὐτοῦ καθημέραν παλαίσει. Κέλλαν ἀναχωρητοῦ ἰδοῦσα ἐμειδίασε, καὶ προσεγγίσασα αὐτῷ πλησίον ἐσκήνωσεν. 5. Ἰατρὸς νοσοῦντας ἕωθεν ἐπισκέπτεται· καὶ ἀκηδία ἀσκοῦντας περὶ μέσον ἡμέρας. Ξενοδοχεῖα ἀκηδίας ὑποβολὴ, καὶ ἐλεημοσύνας δι᾿ ἐργοχείρων δυσωπεῖ ἐργάζεσθαι. Ἐπισκέπτεσθαι ἀσθενοῦντας προτρέπεται προθύμως, ὑπομιμνήσκουσα τοῦ λέγοντος· Ἀσθενὴς ἤμην καὶ ἤλθετε πρός με. Πρὸς ἀθυμοῦντας καὶ ὀλιγοψύχους δυσωπεῖ ἀπέρχεσθαι· παρακαλεῖν τε τοὺς ὀλιγοψύχους ἡ ὀλιγόψυχος ὑποβάλλουσα· 6. ἐν προσευχῇ σταθέντας ἀναγκαίων πραγμάτων ὑπομιμνήσκει, καὶ πᾶσαν μηχανὴν ποιεῖ ἐκεῖθεν ἡμᾶς φορβιᾷ εὐλόγῳ ἀποσύραι ἡ ἄλογος. 7. Τρίωρον φρίκην καὶ κεφαλαλγίαν, πρότερόν τε καὶ στρόφον ἀκηδίας δαίμων πεποίηκε. Τῆς ἐννάτης καταλαβούσης μικρὸν ἀνένευσε· 8. τῆς τε τραπέζης τεθείσης, τῆς στρωμνῆς ἐπήδησε· καὶ τῆς εὐχῆς καταλαβούσης πάλιν τὸ σῶμα βεβάρηται. Ἐν προσευχῇ σταθέντα τῷ ὕπνῳ ἐβάπτισε, καὶ χάσμοις ἀκαίροις τοῦ στόματος τὸν στίχον διήρπασεν. 9. Τὰ μὲν λοιπὰ πάθη μιᾷ τινι ἀρετῇ ἕκαστον αὐτῶν κατήργηται. Ἀκηδία δὲ τῷ μοναχῷ περιεκτικὸς θάνατος· 10. ἀνδρεία ψυχὴ νοῦν ἀποθανόντα ἀνέστησεν· ἀκηδία δὲ καὶ ὀκνηρία ὅλον τὸν πλοῦτον ἐσκόρπισεν. 11. Ἑνὸς καὶ τούτου καὶ πάντων βαρυτάτου τῶν ὀκτὼ τῆς κακίας προστατῶν ὑπάρχοντος κατὰ τὴν ἐκείνων ἀκολουθίαν, καὶ ἐν τούτῳ ποιήσωμεν. 12. Πλὴν κἀκεῖνο προσθήσομεν· ψαλμῳδίας μὴ παρούσης, ἀκηδία οὐ φαίνεται· καὶ κανόνος τελεσθέντος ὀφθαλμοὶ διηνοίχθησαν. 13. Ἐν καιρῷ ἀκηδίας οἱ βιασταὶ φαίνονται· οὐδὲν γὰρ στεφάνους προξενεῖ ὡς ἀκηδία μοναχῷ. 14. Κατανόησον, καὶ εὑρήσεις ἐν τῇ στάσει τῶν ποδῶν παλαίουσαν· καὶ ἐν καθέδρᾳ ἀνακλίνειν δοκιμάζει, τῷ τοίχῳ τὸν κέλλης παρακύπτειν προτρέπεται, ψόφους καὶ κτύπους ποδῶν ποιοῦσα· 15. ὁ ἑαυτοῦ πενθῶν ἀκηδίαν οὐκ οἶδεν. 16. Δεσμείσθω καὶ οὗτος ὁ τύραννος ὑπὸ μνήμης πταισμάτων, καὶ τυπτέσθω ὑπ᾿ ἐργοχείρου· συρόμενός τε ὑπὸ ἐννοίας τῶν μελλόντων ἀγαθῶν, καὶ παραστὰς τὰ προσήκοντα ἐρωτάσθω· Λέγε λοιπὸν σύ, ὦ παρειμένε καὶ ἔκλυτε. τίς ὁ τετοκώς σε κακῶς; τίνες οἱ σοὶ ἀπόγονοι; τίνες δὲ οἴ σε πολεμοῦντες; καὶ τίς ὁ σοῦ ἀναιρέτης; Ὁ δέ φησιν, Ἐν τοῖς μὲν ἀληθείᾳ ὑπηκόοις οὐκ ἔχω ἐγὼ ποῦ τὴν κεφαλὴν κλῖναι· ἐν οἷς δὲ ἔχω, καθ᾿ ἡσυχίαν συνδίαγω τούτοις. Αἱ δὲ μοῦ κλήτριαι (861.) πλεῖσται· ποτὲ μὲν ἀναισθησία ψυχῆς, ποτὲ δὲ ἀμνημοσύνη τῶν ἄνω· ἔστι δὲ ὅτε καὶ ὑπερβολὴ καυμάτων· ἐμοῦ ἀπόγονοι μεταβάσεις τόπων σὺν ἐμοὶ γινόμεναι· παρακοὴ πατρὸς, ἀμνημοσύνη κρίσεως· ἔστι δὲ ὅτε καὶ κατάλειψις τοῦ ἀπαγγέλματος· αἱ ἐμοῦ ἀντίδικοι, ὑφ᾿ ὧν δέδεμαι νῦν, ψαλμῳδία σὺν ἐργοχείρῳ· ἐμοῦ ἐχθρὸς, θανάτου ἔννοια· ἡ δὲ ἐμὲθανατοῦσα, ἐστὶ προσευχὴ μετὰ ἐλπίδος βεβαίας τῶν καλῶν. Τίς δὲ ὁ τετοκὼς προσευχὴν, αὐτὴν ἐρωτήσατε. Τρισκαιδεκάτη νίκη, ἣν ὄντος ὁ κτησάμενος ἐν παντὶ, δόκιμος κατέστηκε καλῷ. |
ΠΟΛΛΕΣ ΦΟΡΕΣ ἕνας ἀπὸ τοὺς κλάδους τῆς πολυλογίας,
ὅπως τὸ εἴπαμε καὶ προηγουμένως, εἶναι καὶ ὁ παρών, ὁ ὁποῖος μάλιστα
ἀποτελεῖ καὶ τὸ πρῶτο τέκνο της. Ἐννοῶ τὴν ἀκηδία. Γι᾿ αὐτὸ καὶ τῆς
ἐδώσαμε τὴν θέσι ποὺ τῆς ἁρμόζει μέσα στὴν ἀθλία ἁλυσίδα τῶν παθῶν.
Ἀκηδία σημαίνει παράλυσις τῆς ψυχῆς καὶ ἔκλυσις τοῦ νοῦ, ὀκνηρία
καὶ ἀδιαφορία πρὸς τὴν ἄσκησι, μίσος πρὸς τὶς μοναστικὲς ὑποσχέσεις.
(Ἡ ἀκηδία εἶναι ἀκόμη) αὐτὴ ποὺ μακαρίζει τοὺς κοσμικούς, ποὺ κατηγορεῖ
τὸν Θεὸν ὅτι δὲν εἶναι εὐσπλαγχνικὸς καὶ φιλάνθρωπος, ποὺ φέρνει ἀτονία
τὴν ὥρα τῆς ψαλμῳδίας καὶ ἀδυναμία τὴν ὥρα τῆς προσευχῆς. Αὐτὴ ποὺ μᾶς
κάνει σιδερένιους στὰ διακονήματα, ἀόκνους στὸ ἐργόχειρο, σπουδαίους
στὴν πρακτικὴ ζωὴ τῆς ὑπακοῆς (ἐν ἀντιθέσει πρὸς τὴν θεωρητικὴ ζωὴ τῆς
ἡσυχίας). 2. Ἄνδρας ποὺ ἀσκεῖ τὴν ζωὴ τῆς ὑπακοῆς δὲν γνωρίζει τί σημαίνει ἀκηδία, διότι φθάνει στὰ πνευματικὰ μέσῳ τῶν αἰσθητῶν, (τὰ ὁποῖα αἰσθητὰ δὲν φέρνουν ἀκηδία). 3. Τὸ κοινόβιο εἶναι ἐχθρός της ἀκηδίας, ἐνῷ σ᾿ ἕναν ἡσυχαστὴ ἡ ἀκηδία γίνεται σύζυγος αἰώνιος· δὲν θὰ τὸν ἀποχωρισθῇ πρὶν ἀπὸ τὸν θάνατό του, καὶ πρὶν ἔλθη τὸ τέλος του θὰ τὸν πολεμᾶ καθημερινά. Μόλις ἀντίκρυσε τὸ κελλὶ τοῦ ἡσυχαστοῦ ἐμειδίασε καὶ ἀφοῦ τὸν ἐπλησίασε ἔστησε κοντὰ τὴν σκηνή της. 4. Ὁ ἰατρὸς ἐπισκέπτεται τοὺς ἀσθενεῖς τὸ πρωί, ἐνῷ ἡ ἀκηδία τοὺς ἀσκητὰς τὸ μεσημέρι. Ἡ ἀκηδία προτρέπει τὸ ἔργο τοῦ ξενοδόχου καὶ παρακαλεῖ νὰ γίνωνται ἐργόχειρα γιὰ νὰ προσφέρωνται ἐλεημοσύνες. Παρακινεῖ νὰ γίνωνται μὲ προθυμία ἐπισκέψεις στοὺς ἀσθενεῖς, ὑπενθυμίζουσα τὸν λόγο τοῦ Κυρίου: «Ἠσθένησα καὶ ἤλθετε πρός με» (Ματθ. κε´ 36). Μᾶς παρακαλεῖ νὰ πηγαίνωμε στοὺς λυπημένους καὶ στοὺς ὀλιγοψύχους. «Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους» (Α´ Θέσ. ε´ 14) μᾶς λέγει αὐτὴ ἡ ὀλιγόψυχη. Ἐνῷ ἱστάμεθα στὴν προσευχή, μᾶς ὑπενθυμίζει διάφορα ἀναγκαῖα πράγματα καὶ χρησιμοποιεῖ κάθε τέχνασμα, ὥστε νὰ μᾶς ἀποτραβήξη ἀπὸ ἐκεῖ, σὰν μὲ ἕνα καπίστρι, μὲ κάποια αἰτία εὔλογη, αὐτὴ ἡ παράλογη. |
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΩΔΕΚΑΤΟΣ Περὶ ψεύδους
1. (853.) Γέννημα μὲν σιδήρου καὶ λίθου
πῦρ· γέννημα δὲ πολυλογίας καὶ εὐτραπελίας ψεῦδος. 2. Ψεῦδός ἐστιν
ἀγάπης ἀφανισμός· ἐπιορκια δὲ Θεοῦ ἄρνησις. 3. (854.) Μηδεὶς τῶν εὐφρονούντων μικράν τινα τὴν τοῦ ψεύδους ἁμαρτίαν εἶναι ὑπονοήσει· φοβερᾷ γὰρ ὑπὲρ πάντα ἀποφάσει κατὰ τούτου τὸ πανάγιον Πνεῦμα ἐχρήσατο. Εἰ ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ὥς φησιν ὁ Δαυῒδ πρὸς τὸν Θεὸν, τί λοιπὸν πείσονται οἱ μεθ᾿ ὅρκων τὸ ψεῦδος συῤῥάπτοντες; 4. Εἶδόν τινας ἐπὶ ψεύδει σεμνυνομένους, καὶ δι᾿ εὐτραπελίας, καὶ ἀργολογίας γελοῖα ἐξυφαίνοντας· καὶ τὰ τῶν προσακροωμένων πένθη ἐλεεινῶς ἐξαφανίζοντας 5. ὁπόταν οἱ δαίμονες ἴδωσιν ἡμᾶς ὡς ἐκ λοιμικῆς νόσου τῆς τῶν ἀστείων ἀκροάσεως μετὰ τὴν προκάταρξιν τοῦ χαλεποῦ ὑφηγητοῦ ἀναχωρεῖν δοκιμάζοντας, τότε λοιπὸν δυσὶν ἡμᾶς δελεάζειν ἐπιχειροῦσι λογισμοῖς· Μὴ λυπήσῃς τὸν ἐξηγητὴν, ὑποβάλλοντες ἡμῖν· ἢ, Μὴ φανερώσῃς σεαυτὸν φιλοθεώτερον τῶν παρόντων· ἀποπήδα, μὴ χρονίσῃς. Εἰ δὲ μὴ, ἐν τῇ προσευχῇ σου ἔννοιαν γελοίων ἀνατυπώσεις. Μὴ μόνον φεῦγε, ἀλλὰ καὶ τὸν πονηρὸν συνακτήριον εὐσεβῶς διάλυε, θανάτου καὶ κρίσεως εἰς μέσον ὑπόμνησιν προβαλλόμενος· ἄμεινόν σε γὰρ ἐκ τούτου ἴσως καὶ μικρᾷ κενῇ δόξῃ ῥαντισθῆναι, καὶ μόνον πᾶσι πρόξενον ὠφελείας εὑρεθῆναι. 6. Ὑπόκρισις μήτηρ ψεύδους πολλάκις, καὶ ὑπόθεσις· οὐδὲν γάρ τινες ὑπόκρισιν ὁρίζονται, ἀλλ᾿ ἢ ψεύδους μελέτην καὶ δημιουργὸν κεκολασμένον καὶ συμπεπλεγμένον· 7. ὁ φόβον Κυρίου κτησάμενος, ἐξενίτευσε ψεύδους, δικαστὴν ἀδέκαστον ἔχων τὴν ἰδίαν συνείδησιν. 8. Ὥσπερ ἐν πᾶσι τοῖς πάθεσι διαφορὰν βλάβης γνωρίζομεν, οὕτως καὶ ἐπὶ τοῦ ψεύδους. Ἄλλο μὲν γὰρ τὸ κρῖμα τοῦ διὰ φόβον κολάσεως ψευδομένου· καὶ ἕτερον τὸ, κινδύνου μὴ προκειμένου ψεύδεσθαι. Ἄλλος διὰ τρυφὴν ἐψεύσατο, ἕτερος διὰ φιληδονίαν· ἄλλος ἵνα τοῖς παροῦσι προξενήσῃ γέλωτα, ἕτερος δὲ ἵνα τῷ ἀδελφῷ ἐπιβουλεύσῃ, καὶ τοῦτον κακοποιήσῃ. 9. Ἐκ βασάνων ἀρχόντων ἐξαλείφεται ψεῦδος· ἐκ δὲ δακρύων πλήθους εἰς τέλος ἀπόλλυται προφασίζεται οἰκονομίας ὁ ψεύδους προβολεὺς, καὶ δικαιοσύνας πολλάκις λογίζεται τὰς ψυχῆς ἀπωλείας. Τῆς Ῥαὰβ μιμητὴν ἑαυτὸν τεκμαίρεσθαι ψευδοπλάστης ἀνὴρ, καὶ δι᾿ ἀπωλείας οἰκείας τὴν ἑτέραν σωτηρίαν λέγει πραγματεύεσθαι. 11. Ὁπόταν ψεύδους εἰς ἅπαν καθαρεύσωμεν, τότε αὐτὸ μετὰ φόβου καὶ καιροῦ καλοῦντος ὑπέλθωμεν. 12. Οὐκ οἶδεν νήπιον ψεῦδος· οὐδὲ ψυχὴ πονηρίας ἐστερημένη. 13. Ὁ οἴνῳ εὐφρανθεὶς ἀκουσίως ἀληθεύσῃ εἰς πάντα· καὶ ὁ μεθυσθεὶς κατανύξει οὐ δυνήσεται ψεύσασθαι. Ἀνάβασις δωδεκάτης ὁ ἐπιβεβηκὼς ῥίζαν τῶν καλῶν κέκτηται. |
ΑΠΟ ΤΟΝ ΣΙΔΗΡΟ καὶ τὴν πέτρα (διὰ τῆς προσκρούσεως)
γεννᾶται ἡ φωτιά, καὶ ἀπὸ τὴν πολυλογία καὶ τὰ εὐτράπελα τὸ ψεῦδος.
Τὸ ψεῦδος εἶναι ἐξαφάνισις τῆς ἀγάπης· καὶ ἡ ἐπιορκία ἄρνησις τοῦ Θεοῦ.
2. Κανεὶς συνετὸς ἄνθρωπος ἂς μὴ θεωρῆ μικρὸ τὸ ἁμάρτημα τοῦ ψεύδους,
διότι τὸ Πανάγιον Πνεῦμα ἐξέδωσε ἐναντίον του τὴν πιὸ φοβερὴ ἀπόφασι:
«Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος» (Ψαλμ. ε´ 7), ὅπως λέγει ὁ
Δαβὶδ πρὸς τὸν Θεόν. Καὶ ἐὰν συμβῆ αὐτό, τί πρόκειται νὰ πάθουν ἐκεῖνοι
ποῦ συρράπτουν ἐπὶ πλέον τὸ ψεῦδος μὲ τοὺς ὅρκους; 3. Ἐγνώρισα μερικοὺς ποὺ ἐκαυχῶντο γιὰ τὰ ψεύδη τους. Αὐτοὶ κατώρθωναν καὶ ἔκαναν τοὺς ἄλλους νὰ γελοῦν μὲ τὶς ἀστειότητες καὶ τὶς ἀργολογίες τους, καὶ ἔτσι ἐξαφάνιζαν ἐλεεινὰ τὸ πένθος τῶν μοναχῶν ποὺ τοὺς ἀκροάζονταν. 4. Ὅταν ἰδοῦν οἱ δαίμονες ὅτι, μόλις ἀρχίση ὁ ἄθλιος ὁμιλητὴς νὰ διηγῆται τὰ εὐτράπελα, προσπαθοῦμε νὰ φύγωμε σὰν ἀπὸ λοιμώδη ἀσθένεια, ἐπιχειροῦν νὰ μᾶς παρασύρουν μὲ δυὸ ἀπατηλοὺς λογισμούς: «Μὴ λυπήσης τὸν ὁμιλητή», μᾶς συμβουλεύουν, ἢ «μὴ θέλεις νὰ φανῆς πιὸ εὐλαβὴς ἀπὸ ὅλους τοὺς ἄλλους»! Φεῦγε ἀμέσως, μὴν ἀργοπορήσης· εἰδεμὴ στὴν ὥρα τῆς προσευχῆς θὰ σοῦ ἔρχωνται στὸν νοῦ ἀστεῖα. Καὶ ὄχι μόνο νὰ φεύγης, ἀλλὰ καὶ νὰ διαλύης μὲ εὐσεβῆ τρόπο τὸ «πονηρὸν συνέδριον», φέροντας στὸ μέσον τὴν μνήμη τοῦ θανάτου καὶ τῆς Κρίσεως. Εἶναι καλύτερο ἴσως νὰ σὲ βρέξουν μερικὲς σταγόνες κενοδοξίας, προκειμένου νὰ γίνης πρόξενος ὠφελείας σὲ τόσους. 5. Ἡ ὑποκρισία εἶναι πολλὲς φορὲς μητέρα καὶ αἰτία τοῦ ψεύδους. Τίποτε ἄλλο, λέγουν μερικοί, δὲν εἶναι ἡ ὑποκρισία, παρὰ μελέτη καὶ δημιουργὸς τοῦ ψεύδους ποὺ ἔχει μαζί της συμπεπλεγμένο τὸν ἔνοχο καὶ ἄξιο τιμωρίας ὅρκο. Αὐτὸς ποὺ ἀπέκτησε τὸν φόβο τοῦ Κυρίου, ἀποξενώθηκε ἀπὸ τὸ ψεῦδος, διότι ἔχει μέσα του ὡς ἀδέκαστο δικαστῆ τὴν συνείδησί του. 6. Ὅπως σὲ ὅλα τὰ πάθη, ἔτσι καὶ στὸ ψεῦδος παρατηροῦμε διαφορὰ ὡς πρὸς τὴν πνευματικὴ βλάβη ποὺ προξενεῖ. Ἐπὶ παραδείγματι: Διαφορετικὴ εἶναι ἡ ἐνοχὴ ἑνὸς ποὺ ψεύδεται ἀπὸ τὸν φόβο τῆς τιμωρίας, καὶ διαφορετικὴ ὅταν δὲν ὑπάρχη κίνδυνος. Ἄλλος πάλι εἶπε ψεῦδος χάριν τῆς τρυφῆς, ἄλλος χάριν τῆς φιληδονίας, κάποιος γιὰ νὰ κάνη τοὺς ἄλλους νὰ γελάσουν καὶ ἄλλος γιὰ νὰ ἐπιβουλευθῇ καὶ κακοποιήση τὸν ἀδελφό του. 7. Μὲ τὶς τιμωρίες τῶν κοσμικῶν ἀρχόντων τὸ ψεῦδος μειώνεται πολύ. Μὲ τὸ πλῆθος ὅμως τῶν δακρύων τῆς κατανύξεως, ἐξαφανίζεται ὁλοσχερῶς. Ὁ δαίμων ποὺ μᾶς προτρέπει στὸ ψεῦδος προφασίζεται διαφόρους «οἰκονομικούς» λόγους καὶ ἔτσι παρουσιάζει σὰν μεγάλη ἀρετὴ αὐτὸ ποὺ ἀποτελεῖ ἀπώλεια τῆς ψυχῆς. Ἐκεῖνος ποὺ πλάθει ψεύδη παρουσιάζεται ὅτι μιμεῖται τὴν Ραάβ, (ἡ ὁποία ἐχρησιμοποίησε τὸ ψεῦδος, γιὰ νὰ σώσῃ τοὺς κατασκόπους του Ἰσραήλ), καὶ νομίζει ὅτι μὲ τὴν ἰδική του ἀπώλεια προξενεῖ σωτηρία στοὺς ἄλλους. 8. Ὅταν καθαρισθοῦμε τελείως ἀπὸ τὸ πάθος τοῦ ψεύδους, τότε, σὲ μία ἐξαιρετικὴ περίστασι, ἂς τὸ χρησιμοποιήσωμε, ἀλλὰ καὶ πάλι μὲ φόβο. Τὸ νήπιο δὲν γνωρίζει τὸ ψεῦδος. Ὁμοίως καὶ ἡ ψυχὴ ποὺ δὲν ἔχει πονηρία. Ἐκεῖνος ποὺ εὐφράνθηκε ἀπὸ τὸν οἶνο (καὶ ἐμέθυσε), θὰ ὁμολογήση ἀκουσίως κάθε ἀλήθεια. Καὶ ἐκεῖνος ποὺ ἐμέθυσε ἀπὸ τὴν κατάνυξι, δὲν θὰ μπορέση νὰ ψευσθῇ. Βαθμὶς δωδεκάτη! Ὅποιος τὴν ἀνέβηκε ἀπέκτησε τὴν ρίζα τῶν καλῶν. |
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἡσυχίας
Α
1. (1096.) Ἡμεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων παθῶν ὑπάρχοντες,
καὶ δοῦλοι ὑπόσπονδοι γενόμενοι ἐκ τούτου καὶ τοὺς δόλους καὶ τρόπους
καὶ τὰς ἐπιταγὰς, καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα τῶν δεσποσάντων
τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμάτων. Ἕτεροι γὰρ ὑπάρχουσι, οἱ δι᾿ ἐνεργείας
πνεύματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς εἰς τὰς μηχανὰς αὐτῶν φωτισθέντες.
Ἄλλος μὲν γὰρ ὁ ἐκ τῆς ἐν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος
ἀνάπαυσιν, καὶ ἕτερος ὁ ἐκ τῆς ἐν τῇ ὑγείᾳ εὐθυμίας τὴν ἐν τῇ νόσῳ ἀθυμίαν
καταλαμβανόμενος καὶ τεκμαιρόμενος. |
ΜΕΡΟΣ ΠΡΩΤΟΝ
ΕΜΕΙΣ ΕΙΜΕΘΑ σὰν δοῦλοι ποὺ μᾶς ἀγόρασαν τὰ ἀνόσια πάθη καὶ μᾶς ὑπέταξαν.
Γι᾿ αὐτὸν τὸν λόγο γνωρίζομε κάπως τοὺς δόλους καὶ τὰ τεχνάσματα καὶ
τὰ προστάγματα καὶ τὶς πανουργίες τῶν πονηρῶν πνευμάτων ποὺ ἐκυριάρχησαν
στὴν ἀθλία ψυχή μας. Ὑπάρχουν ὅμως ἄλλοι ποὺ ἐγνώρισαν τὰ τεχνάσματα
τῶν πονηρῶν πνευμάτων ἀπὸ τὴν φωτιστικὴ ἐνέργεια τοῦ Ἁγίου Πνεύματος
καὶ ἀπὸ τὴν ἐλευθερία ποὺ ἔχουν ἀπέναντί τους. Διαφορετικὸ πράγμα εἶναι
νὰ φαντάζεται κάποιος ποὺ ὑποφέρει ἀπὸ ἀσθένεια, ἀπὸ τὴν ἰδική του κατάστασι
τὴν εὐχάριστη κατάτασι τῆς ὑγείας, καὶ διαφορετικὸ νὰ ἀντιλαμβάνεται
καὶ νὰ συμπεραίνη κάποιος ποὺ χαίρει ἄκρας ὑγείας, ἀπὸ τὴν ἰδική του
κατάστασι τὴν δυσάρεστη κατάστασι τῆς ἀσθενείας. |
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἡσυχίας
Β
31. Εἰσὶ (καὶ τοῦτο πᾶσι γνώριμον)ἐν πάσαις ταῖς τῶν ἐπιστημῶν καταστάσεσι,
γνωμῶν καὶ βουλῶν διαφοραί· οὐ γὰρ πάντων πάντα τὰ τέλεια δι᾿ ἔνδειαν
σπουδῆς, ἢ καὶ δι᾿ ἀπορίαν δυνάμεως. Εἰσὶν οἱ ἐπὶ τὸν λιμένα τοῦτον,
μᾶλλον δὲ τὸ πέλαγος ἢ τάχα τὸν βυθὸν, εἰσερχόμενοι δι᾿ ἀσθένειαν τοῦ
ἑαυτῶν στόματος, καὶ σώματος διὰ πρόληψιν· ἕτεροι ἀκρατῶς πρὸς θυμὸν
ἔχοντες, καὶ μετὰ πλήθους κρατῆσαι τοῦτον μὴ δυνάμενοι οἱ τάλανες· ἄλλοι
ἰδιορυθμίᾳ μᾶλλον, ἢ ὁδηγίᾳ ἐξ οἰκήσεως πλέειν σκεψάμενοι· ἕτεροι μὴ
δυνάμενοι ἐν μέσῳ τῆς ὕλης τῶν ὑλῶν ἀπέχεσθαι· τινὲς μὲν, ἵνα σπουδαῖοι
ἐκ τῆς ἰδιάσεως γένωνται· ἄλλοι ἵνα ἀγνώστως ἑαυτοὺς ὑπὲρ εὐθυνῶν αἰκίσωσι
[κολάσωσι]· τινὲς δὲ, ἵνα διὰ ταύτης δόξαν ἑαυτοῖς περιποιήσωνται. Εἰσὶ
δὲ ἕτεροι (εἰ ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς
γῆς) διὰ τρυφὴν καὶ δίψαν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ γλυκύτητος τῇ ὁσίᾳ
ταύτῃ συζευχθέντες, οὐ πρότερον τοῦτο ποιήσαντες πρὶν πάσῃ ἀκηδίᾳ ἀποστάσιον
δεδώκασι. Ταύτης γὰρ ἡ συνάφεια, πορνεία παρὰ τῇ προτέρᾳ κρίνεται· |
ΜΕΡΟΣ ΔΕΥΤΕΡΟΝ
ΣΕ ΚΑΘΕ ἐπιστήμη καὶ τέχνη, ὅπως τὸ γνωρίζουν ὅλοι, παρατηροῦνται
διαφορὲς στὶς ἀπόψεις καὶ τὶς θελήσεις. Διότι δὲν μποροῦν ὅλοι νὰ κατακτήσουν
τὸ τέλειο, εἴτε διότι ὑστεροῦν στὸν ζῆλο εἴτε διότι στεροῦνται δυνάμεως.
Ὑπάρχουν λοιπὸν ἄνθρωποι ποὺ εἰσέρχονται σ᾿ αὐτὸν τὸν λιμένα ἢ καλύτερα
τὸ πέλαγος ἢ ἴσως στὸν βυθό, ἐπειδὴ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα
τους καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι
ἀσυγκράτητοι στὸν θυμὸ καὶ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα τους
καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι ἀσυγκράτητοι
στὸν θυμὸ καὶ δὲν μποροῦν οἱ ταλαίπωροι νὰ τὸν συγκρατήσουν, ὅταν ζοῦν
μαζὶ μὲ πλῆθος ἀνθρώπων. |
Εγγραφή σε:
Αναρτήσεις (Atom)