Τρίτη 30 Αυγούστου 2016

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΝΔΕΚΑΤΟΣ Περὶ πολυλογίας καὶ σιωπῆς


1. (852.) Εἴρηται μὲν ἡμῖν βραχέως ἐν τοῖς φθάσασιν, ὡς ἐπισφαλὲς λίαν, καὶ αὐτοῖς τοῖς πνευματικοῖς εἶναι δοκοῦσι παρεισδῦνον τὸ κρίνειν· μᾶλλον δὲ τὸ κρίνεσθαι, καὶ ὑπὸ γλώττης κολάζεσθαι· νυνὶ δὲ λοιπὸν καὶ τὴν αἰτίαν, καὶ τὴν θύραν δι᾿ ἧς εἰσέρχεται, μᾶλλον δὲ ἐξέρχεται, ἀκόλουθον ἐν λόγοις τάξαι. 2. Πολυλογία ἐστὶ κενοδοξίας καθέδρα, δι᾿ ἧς ἑαυτὴν ἐμφανίζειν καὶ ἀναπομπεύειν πέφυκε. Πολυλογία ἐστὶν ἀγνωσίας τεκμήριον, καταλαλιᾶς θύρα, εὐτραπελίας χειραγωγὸς, ψεύδους ὑπουργὸς, κατανύξεως διάλυσις, ἀκηδίας κλήτωρ, ὕπνου πρόδρομος, συννοίας σκορπισμὸς, φυλακῆς ἀφανισμὸς, θέρμης ψυχρηστήριον [ψυκτήριον, al. ψυχριστήριον], προσευχῆς ἀμαύρωσις
3. σιωπὴ ἐν γνώσει· μήτηρ προσευχῆς, αἰχμαλωσίας ἀνάκλησις, πυρὸς φυλακὴ, λογισμῶν ἐπίσκοπος, σκοπὸς πολεμίων, πένθους δεσμωτήριον, δακρύων φίλη, θανάτου μνήμης ἐργάτης, κολάσεως ζωγράφος, κρίσεως φιλοπράγμων, ἀδημονίας ὑπουργὸς, παῤῥησίας ἔχθρα, ἡσυχίας σύζυγος, φιλοδιδασκαλίας ἀντίπαλος, γνώσεως προσθήκη, θεωρημάτων δημιουργὸς, ἀφανὴς προκοπὴ, λεληθυῖα ἀνάβασις.
4. Ὁ ἐπιγνοὺς παραπτώματα, ἐκράτησε γλώσσης· ὁ δὲ πολύλογος οὔπω ἐπέγνω ἑαυτὸν ὡς δεῖ.
5. Ὁ σιωπῆς φίλος προσεγγίζει Θεῷ, καὶ λεληθότως συνομιλῶν φωτίζεται παρὰ τοῦ Θεοῦ.
6. Ἰησοῦ σιωπὴ ἐνέτρεψε Πιλάτον, καὶ ἀνδρὸς ἡσυχία φωνῆς κατήργησε κενοδοξίαν.
7. Λόγον εἰπὼν Πέτρος ἐθρήνησε πικρῶς ἀμνημονήσας τοῦ εἰπόντος· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, καὶ τοῦ ἑτέρου φήσαντος, Κρεῖττον πεσεῖν ἀπὸ ὕψους εἰς γῆν, ἢ ἀπὸ γλώσσης.
8. Καὶ πολλὰ περὶ τούτων ἔγωγε γράφειν οὐ βούλομαι, κἂν αἱ τοῦ παθῶν πανουργίαι τοῦτο ποιεῖν προτρέπωνται.
Πλὴν ἤκουσά ποτέ τινος περὶ ἡσυχίας στόματος πρός με φιλοπευστοῦντος, ὃς ἔλεγε, τὴν μὲν πολυλογίαν ἐξ ἑνὸς τούτων τίκτεσθαι πάντως, ἢ ἐξ ἀναστροφῆς καὶ συνηθείας πονηρᾶς καὶ ἀκρατοῦς· μέλος γὰρ ὂν φυσικὸν ἡ γλῶσσα τοῦ σώματος, καθ᾿ ὃ λοιπὸν παιδευθῇ συνήθειαν ἀπαιτήσειεν, ἢ πάλιν ἐν τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα ἐκ τῆς κενοδοξίας· ἔστι δὲ ὅτε καὶ ἐκ τῆς γαστριμαργίας. Διόπερ πολλάκις πολλοὶ χαλινοῦντες τὴν γαστέρα, βίᾳ τινὶ καὶ ἀτονίᾳ συγκλείουσι καὶ τὴν γλῶτταν καὶ τὴν πολυέπειαν.
9. Ὁ μεριμνήσας ἐξόδου περιέκοψε λόγους· καὶ ὁ κτησάμενος πένθος ψυχῆς, ὡς πῦρ ἀπεστράφη πολυλογίαν.
10. Ὁ ἀγαπήσας ἡσυχίαν, ἀπέκλεισε στόμα, ὁ δὲ χαίρων ταῖς προόδοις, ὑπὸ τοῦ πάθους ἐκ τῆς κέλλης διώκεται.
11. Ὁ γνοὺς ὀσμὴν πυρὸς ὑψίστου, ὡς μέλισσα καπνὸν, ἀνθρώπων φεύγει σύνοδον· τὴν μὲν γὰρ ὁ καπνὸς διώκει· τῷ δὲ ἀνθρώπων σύνοδος ἀντιπράττει
12. (853.) Ὀλίγων λίαν τὸ ὕδωρ ἄφρακτον κωλύειν· ὀλιγωτέρων δὲ στόμα ἀκρατὲς δαμάσαι.
Βαθμὸν ἑνδέκατον ὁ κινήσας, πλῆθος κακῶν ὑφ᾿ ἓν περιέκοψεν.
ΕΧΟΜΕ ΑΝΑΦΕΡΕΙ μὲ συντομία στὰ προηγούμενα ὅτι εἶναι πολὺ ἐπικίνδυνο, καὶ γι᾿ αὐτοὺς ἀκόμη ποὺ θεωροῦνται πνευματικοί, νὰ κρίνουν τοὺς ἄλλους, πράγμα ποὺ ὑπεισέρχεται ἀνεπαίσθητα. Καὶ εἶναι τὸ νὰ κρίνη κανεὶς τοὺς ἄλλους σὰν νὰ κρίνη τὸν ἑαυτόν του καὶ νὰ τιμωρῆται ἀπὸ τὴν γλώσσα του. Τώρα λοιπὸν ἡ σειρὰ τῶν λόγων ἀπαιτεῖ νὰ ὁμιλήσωμε γιὰ τὴν αἰτία καὶ τὴν θύρα ἀπὸ ὅπου εἰσέρχεται καὶ ἐξέρχεται τὸ πάθος τῆς πολυλογίας. 2. Ἡ πολυλογία εἶναι ἡ καθέδρα τῆς κενοδοξίας. Καθισμένη ἐπάνω της ἡ κενοδοξία προβάλλει καὶ διαφημίζει τὸν ἑαυτόν της. Ἡ πολυλογία εἶναι σημάδι ἀγνωσίας, θύρα τῆς καταλαλιᾶς, ὁδηγὸς στὰ εὐτράπελα, πρόξενος τῆς ψευδολογίας, σκορπισμὸς τῆς κατανύξεως. Εἶναι αὐτὴ ποὺ δημιουργεῖ καὶ ποὺ προκαλεῖ τὴν ἀκηδία. Εἶναι πρόδρομος τοῦ ὕπνου, διασκορπισμὸς τῆς «σύννοιας», ἀφανισμὸς τῆς φυλακῆς τοῦ νοός, ἀπόψυξις τῆς πνευματικῆς θερμότητος, ἀμαύρωσις τῆς προσευχῆς.
3. Ἡ σιωπὴ ποὺ ἀσκεῖται μὲ ἐπίγνωσι καὶ διάκρισι εἶναι μητέρα τῆς προσευχῆς, ἐπιστροφὴ ἀπὸ τὴν αἰχμαλωσία, διαφύλαξις τοῦ θείου πυρός, ἐπιστάτης τῶν λογισμῶν, σκοπὸς ποὺ παρατηρεῖ τοὺς ἐχθρούς, δέσμευσις τοῦ πένθους, φίλη τῶν δακρύων, καλλιεργητὴς τῆς μνήμης τοῦ θανάτου, ζωγράφος τῆς αἰωνίου κολάσεως, ἐπίμονος ἐξεταστῆς τῆς Κρίσεως, πρόξενος πνευματικῆς ἀνησυχίας καὶ λύπης, ἐχθρὸς τῆς παρρησίας, σύζυγος τῆς ἡσυχίας, ἀντίπαλος τῆς ἀγάπης νὰ κάνη τὸν διδάσκαλο, αὔξησις τῆς πνευματικῆς γνώσεως, δημιουργὸς θείων θεωρημάτων, μυστικὴ πνευματικὴ πρόοδος, κρυφὴ πνευματικὴ ἀνάβασις.
4. Ὅποιος ἐγνώρισε τὰ παραπτώματά του, ἐχαλιναγώγησε τὴν γλῶσσα του, ἐνῷ ὁ πολύλογος δὲν ἐγνώρισε ἀκόμη καθὼς πρέπει τὸν ἑαυτόν του. Ὁ φίλος τῆς σιωπῆς προσεγγίζει τὸν Θεὸν καὶ συνομιλώντας μυστικὰ μαζί Του φωτίζεται ἀπὸ Αὐτόν. Ἡ σιωπὴ τοῦ Ἰησοῦ ἐδημιούργησε στὸν Πιλᾶτο σεβασμό. Καὶ ἡ ἠρεμία καὶ ἡ σιωπὴ ἑνὸς (ταπεινοῦ) ἀνδρὸς καταργεῖ τὴν κενόδοξη καυχησιολογία ἑνὸς ἄλλου.
5. Ὁ Πέτρος, ἐπειδὴ ὡμίλησε, ἔκλαυσε πικρά. Ἐλησμόνησε ἐκεῖνον ποὺ εἶπε: «Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου» (Ψαλμ. λη´ 1). Καὶ τὸν ἄλλον ποὺ εἶπε: «Κρεῖσσον πεσεῖν ἀπὸ ὕψους εἰς γῆν ἢ ἀπὸ γλώσσης» (πρβλ. Σοφ. Σειρὰχ κ´ 18).
6. Ἀλλὰ δὲν ἐπιθυμῶ νὰ γράψω περισσότερα γι᾿ αὐτὰ τὰ θέματα, παρ᾿ ὅλον ὅτι μὲ προτρέπουν σὲ αὐτὸ οἱ πονηρίες τῶν παθῶν (μὲ προτρέπουν δηλαδὴ νὰ χρησιμοποιήσω τὴν πολυλογία, ἐνῷ ὁμιλῶ γιὰ τὴν σιωπή). Τοῦτο μόνο θὰ προσθέσω: Ἄκουσα κάποτε ἕναν μοναχό, ποὺ ἤθελε νὰ ἐξετάση μαζί μου τὸ θέμα τῆς ἡσυχίας, νὰ λέγη ὅτι ἡ πολυλογία ὁπωσδήποτε γεννᾶται ἀπὸ τὶς ἑξῆς αἰτίες: Ἢ ἀπὸ κακὴ συναναστροφὴ καὶ κακὴ συνήθεια -ἀφοῦ ἡ γλώσσα, ἔλεγε, εἶναι μέλος τοῦ σώματος, ὅπως διαπαιδαγωγηθῇ, ἔτσι κατ᾿ ἀνάγκην καὶ θὰ συνηθίση- ἢ πάλι ἀπὸ κενοδοξία, πράγμα ποὺ συμβαίνει περισσότερο σὲ ὅσους ἔχουν πνευματικὸ πόλεμο, ἤ, μερικὲς φορές, ἀπὸ τὴν γαστριμαργία. Γι᾿ αὐτὸ πολλοὶ πολλὲς φορὲς δαμάζοντας τὴν κοιλία δεσμεύουν μὲ βία καὶ τὴν γλώσσα καὶ τὴν καθιστοῦν ἀνίσχυρη γιὰ πολυλογία.
7. Αὐτὸς ποὺ φροντίζει γιὰ τὴν ὥρα τοῦ θανάτου του, ὠλιγόστευσε τὰ λόγια του. Καὶ αὐτὸς ποὺ ἀπέκτησε πένθος στὴν ψυχή του, ἀπέφυγε σὰν φωτιὰ τὴν πολυλογία.
8. Αὐτὸς ποὺ ἀγάπησε τὴν ἡσυχία, ἀσφάλισε τὸ στόμα του. Καὶ αὐτὸς ποὺ εὐχαριστεῖται νὰ ἐξέρχεται ἀπὸ τὸ κελλί του, ἐξέρχεται διότι τὸν διώχνει ἀπ᾿ ἐκεῖ τὸ πάθος αὐτό, (δηλαδὴ ἡ πολυλογία).
9. Ἐκεῖνος ποὺ ἐδοκίμασε τὴν ὀσμὴ τοῦ ὑψίστου καὶ θείου πυρός, ἀποφεύγει τὴν συνάντησι τῶν ἀνθρώπων, ὅπως ἡ μέλισσα τὸν καπνό. Τὴν μέλισσα τὴν διώχνει ὁ καπνός, καὶ αὐτὸν τὸν ἐνοχλεῖ ἡ συνάντησις τῶν ἀνθρώπων.
10. Πολὺ ὀλίγοι μποροῦν νὰ κρατήσουν τὸ νερὸ χωρὶς κάποιο φράγμα καὶ κάποιο βοηθητικὸ μέσο. Ὀλιγώτεροι ὅμως εἶναι ἐκεῖνοι ποὺ μποροῦν νὰ δαμάσουν ἕνα ἀπύλωτο στόμα.
Βαθμὶς ἑνδεκάτη! Ὅποιος ἐνίκησε, περιέκοψε διὰ μιᾶς πλῆθος ἀπὸ κακά.

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἀναισθησίας


Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς,
καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος

1. (932.) Ἀναισθησία καὶ ἐπὶ σωμάτων καὶ ἐπὶ πνευμάτων ἐστὶν νενεκρωμένη αἴσθησις, ἐκ χρονίας νόσου, καὶ ἀμελείας εἰς ἀναισθησίαν καταλήξασα.
2. Ἀναλγησία ἐστὶ πεποιωμένη ἀμέλεια, ναρκῶσα ἔννοια· προλήψεως γέννημα, προθυμίας παγὶς, ἀνδρείας βρόχος· κατανύξεως ἄγνοια· ἀπογνώσεως θύρα, λήθης μήτηρ, καὶ μετὰ τόκον μητρὸς οἰκείας μήτηρ, διάκρισις φόβου· ἀνάλγητός ἐστιν ἄφρων φιλόσοφος αὐτοκατάκριτος ἐξηγητής·
3. αὐτεναντίος φιλολόγος, τυφλὸς διδάσκαλος τοῦ βλέπειν· περὶ τῆς τοῦ τραύματος ὑγιείας διαλέγεται, καὶ τοῦτο ἐπικνήθων οὐ παύεται, κατὰ τοῦ πάθους φθέγγεται· καὶ τὰ βλάπτοντα ἐσθίων οὐ παύεται· κατ᾿ αὐτοῦ προσεύχεται, καὶ εὐθέως ἐπὶ τὴν αὐτοῦ ἐργασίαν πορεύεται· ἐπὶ τῇ τούτου ἐργασίᾳ κατ᾿ αὐτοῦ ὀργίζεται· καὶ τοὺς ἑαυτοῦ λόγους οὐκ αἰσχύνεται ὁ τάλας. Κακῶς πράττω, βοᾷ, καὶ προθύμως ἐπίκειται· τὸ στόμα κατ᾿ αὐτοῦ προσεύχεται, καὶ τὸ σῶμα ὑπὲρ αὐτοῦ ἀγωνίζεται. Περὶ θανάτου φιλοσοφεῖ, καὶ ὡς ἀθάνατος διάκειται. Περὶ χωρισμοῦ στενάζει, καὶ ὡς αἰώνιος νυστάζει. Περὶ ἐγκρατείας διαλέγεται, καὶ περὶ γαστριμαργίας ἀγωνίζεται. Περὶ κρίσεως ἀναγινώσκει, καὶ μειδιᾷν ἄρχεται περὶ κενοδοξίας, καὶ ἐν αὐτῇ τῇ ἀναγνώσει κενοδοξεῖ· περὶ ἀγρυπνίας ἐκστηθίζει, καὶ τῷ ὕπνῳ εὐθέως ἑαυτὸν καταβαπτίζει· τὴν προσευχὴν ἐγκωμιάζει, καὶ ὡς ἀπὸ μάστιγος ταύτης φεύγει· τὴν ὑπακοὴν μακαρίζει, καὶ πρῶτος αὐτὸς παρακούει. Τοὺς ἀπροσπαθεῖς ἐπαινεῖ, καὶ διὰ ῥάκος μνησικακῶν, καὶ πολεμῶν οὐκ αἰσχύνεται. Ὀργιζόμενος πικραίνεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται, καὶ τῇ ἥττῃ ἧτταν προστιθεὶς οὐκ αἰσθάνεται· κορεσθεὶς μεταμελεῖται, καὶ μικρὸν προβὰς, πάλιν τῷ κόρῳ προσέθηκε. Τὴν σιωπὴν μακαρίζει, καὶ διὰ πολυλογίας αὐτὴν ἐγκωμιάζει. Περὶ πραότητος διδάσκει, καὶ ἐν αὐτῇ τῇ διδασκαλίᾳ πολλάκις ὀργίζεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται· ἀνανήψας ἐστέναξε, καὶ τὴν κεφαλὴν κινήσας πάλιν τοῦ πάθους ἔχεται. Τὸν γέλωτα ψέγει, καὶ μειδιῶν περὶ πένθους διδάσκει. Ἑαυτὸν ὡς κενόδοξον ἐπί τινων καταμέμφεται, καὶ διὰ τοῦ ψόγου δόξαν ἑαυτῷ πραγματεύεται. Ἐμπαθῶς εἰς πρόσωπον βλέπει, καὶ 933.) περὶ σωφροσύνης διαλέγεται. Τοὺς ἡσυχάζοντας ἐν κόσμῳ διατρίβων ἐπαινεῖ, καὶ ἑαυτὸν αἰσχύνων οὐ κατανοεῖ. Τοὺς ἐλεήμονας δοξάζει, καὶ τοὺς πτωχοὺς ὀνειδίζει. Πάντοτε ἑαυτοῦ κατήγορος γίνεται, καὶ εἰς συναίσθησιν ἐλθεῖν οὐ βούλεται, ἵνα μὴ εἴπω οὐ δύναται.
4. Ἑώρακα ἐγὼ τοιούτους πολλοὺς περὶ ἐξόδου καὶ φοβερῶν κριτηρίων ἀκηκοότας καὶ δακρύοντας, καὶ ἔτι τῶν δακρύων ἐν ὀφθαλμοῖς ὑπαρχόντων σπουδαίως ἐπὶ τὴν τράπεζαν ἐβάδιζον. Καὶ τεθαύμακα πῶς καὶ πένθος αὕτη ἡ δέσποινα καὶ ὀζοθήκη τροπώσασθαι ἠδυνήθη ἐξ ἀναλγησίας πολλῆς κρατυνομένη.
5. Κατὰ τὴν δύναμιν τὴν ψιλὴν τὴν προσοῦσάν μοι τῆς λιθώδους ταύτης, καὶ ἀκροτόμου μαινάδος, καὶ μωρᾶς τοὺς δόλους, καὶ μώλωπας γεγύμνωκα. Ἐπὶ πολὺ γὰρ φιλολογεῖν πρὸς αὐτὴν οὐκ ἀνέχομαι· ὁ δὲ δυνάμενος ἐν Κυρίῳ ἐκπειρασθῆναι τοῖς μώλωψι τὰ φάρμακα, μὴ κατοκνήσει· οὐ γὰρ αἰσχύνομαι πρὸς ταῦτα ἀδυναμίαν προβαλλόμενος ὡς ὑπὸ ταύτης ἰσχυρῶς κατεχόμενος, οὐδέ γε τοὺς δόλους αὐτῆς καὶ μηχανὰς ἐξ ἑαυτοῦ καταλαβέσθαι ἴσχυσα, εἰ μή γε αὐτήν που κατειληφὼς βίᾳ κεκράτηκε. Καὶ τὰ προλεχθέντα βασανίσας αὐτὴν ὁμολογῆσαι πεποίηκα, μάστιγι φόβου Κυρίου, καὶ ἀδιαλείπτου προσευχῆς μαστιγώσας αὐτήν.
Διὸ καὶ ἔλεγεν ἡ τυραννὶς καὶ κακοῦργος· Οἱ ἐμοὶ ὑπόσπονδοι νεκροὺς ὁρῶντες γελῶσιν· ἐν προσευχῇ παριστάμενοι, λιθώδεις ὅλοι καὶ σκληροὶ καὶ σκοτεινοὶ τυγχάνουσι· πρὸς τὴν ἱερὰν τράπεζαν παριστάμενοι ἀναισθητοῦσι τοῦ δώρου μεταλαμβάνοντες ὡς ψιλοῦ ἄρτου ἐπιγεύσει διάκεινται· ἐγὼ κατανυσσομένους ὁρῶσα μυκτηρίζω. Πάντα τὰ τικτόμενα ἐξ ἀνδρείας καὶ πόθου ἀγαθὰ ἐγὼ ἀποκτείνειν ὑπὸ τοῦ ἐμὲ γεγεννηκότος πατρὸς μεμάθηκα. Ἐγὼ γέλωτος μήτηρ· ἐγὼ ὕπνου τροφός· ἐγὼ κόρου φίλη· ἐγὼ ψευδευλαβείᾳ συμπλέκομαι· ἐγὼ ἐλεγχομένη οὐ πονῶ·
6. ἐγὼ οὖν ὁ τάλας τῆς μαινάδος τὸ λόγιον θαμβηθεὶς, ἠρώτων τοῦ ταύτην γεγεννηκότος τὸ ὄνομα μανθάνειν θέλων. Ἡ δέ· Γέννησιν μίαν οὐ κέκτημαι· μικτὴ δέ πως καὶ ἄστατος ἡ ἐμὴ καθέστηκα κύησις· ἐμὲ κρατύνει κόρος, ἐμὲηὔξησε χρόνος, ἐμὲ πεπαγίωκε συνήθεια πονηρὰ, ἐκείνην ὁ κατέχων οὐκ ἐλευθερωθήσεταί μου.
Ἐπίμενε μελετῶν ἐν ἀγρυπνίᾳ πολλῇ κρίσιν αἰωνίαν, ἴσως μικρὸν ὑποχαλάσω σοι. Ὅρα τὴν ἐμὴν αἰτίαν πόθεν ἐν σοὶ τίκτομαι· καὶ κατὰ τῆς ἐμῆς ἀγωνίζου μητρός· οὐ γὰρ μίαν ἐν πᾶσι κέκτημαι. Ἐν σοροῖς προσεύχου πυκνά· εἰκόνα τούτων ἀνεξάλειπτον ζωγραφῶν ἐν σῇ καρδίᾳ· ταύτης γὰρ μὴ γραφείσης γραφείῳ νηστείας, οὐ μή με νικήσῃς εἰς τὸν αἰῶνα.

(Διὰ τὴν νέκρωσιν τῆς ψυχῆς καὶ διὰ τὸν
θάνατον τοῦ νοῦ, πρὸ τοῦ σωματικοῦ θανάτου)

ΑΝΑΙΣΘΗΣΙΑ καὶ στὰ σώματα καὶ στὶς ψυχὲς εἶναι ἀπονεκρωμένη αἴσθησις, ἡ ὁποία ἀπὸ χρονία ἀσθένεια καὶ ἀμέλεια κατέληξε νὰ ἀναισθητοποιηθῇ.
2. Ἡ ἀναλγησία εἶναι πολυκαιρισμένη καὶ μονιμοποιημένη ἀμέλεια, ναρκωμένη σκέψις, γέννημα τῶν «προλήψεων». Εἶναι παγίδα τῆς πνευματικῆς προθυμίας, βρόχος τῆς ἀνδρείας, ἄγνοια τῆς κατανύξεως, θύρα τῆς ἀπογνώσεως. Εἶναι μητέρα τῆς λήθης, (λησμοσύνης τοῦ Θεοῦ καὶ τῶν ἐντολῶν του), καὶ ἐν συνεχείᾳ θυγατέρα τῆς ἰδικῆς της θυγατέρας (1). Εἶναι ἀκόμη ἀπόκρουσις ἀπὸ τὴν ψυχὴ τοῦ φόβου τοῦ Θεοῦ.
3. Ὁ ἀνάλγητος εἶναι ἄφρων φιλόσοφος. Εἶναι αὐτὸς ποὺ ἐξηγεῖ τὸ θέλημα τοῦ Θεοῦ στοὺς ἄλλους πρὸς ἰδική του κατάκρισι. Αὐτὸς ποὺ φιλολογεῖ εἰς βάρος τοῦ ἑαυτοῦ του. Αὐτὸς ποὺ εἶναι τυφλός, καὶ διδάσκει τοὺς ἄλλους πῶς νὰ βλέπουν. Ὁμιλεῖ στοὺς ἄλλους γιὰ τὴν θεραπεία τοῦ τραύματός των, ἐνῷ συνεχῶς ἐρεθίζει καὶ χειροτερεύει τὸ ἰδικό του. Ὁμιλεῖ ἐναντίον τοῦ πάθους, καὶ συνεχῶς τρέφεται μὲ ὅσα τὸ προκαλοῦν. Ἐναντίον τοῦ πάθους προσεύχεται, καὶ ἀμέσως σπεύδει νὰ τὸ ἱκανοποιήση. Ἰκανοποιώντας το ἐξοργίζεται κατὰ τοῦ ἑαυτοῦ του καὶ δὲν ἐντρέπεται τὰ λόγια του ὁ ταλαίπωρος.
«Ἄσχημα κάνω» φωνάζει, καὶ μὲ εὐχαρίστησι ἐπιμένει στὴν ἁμαρτία. Τὸ στόμα προσεύχεται ἐναντίον τοῦ πάθους, ἀλλὰ τὸ σῶμα ὑπὲρ αὐτοῦ ἀγωνίζεται. Περὶ θανάτου φιλοσοφεῖ, καὶ συμπεριφέρεται σὰν ἀθάνατος. Γιὰ τὸν χωρισμὸ στενάζει, καὶ σὰν νὰ εἶναι αἰώνιος ἀμελεῖ καὶ νυστάζει. Ὁμιλεῖ γιὰ τὴν ἐγκράτεια, καὶ δίνει ἀγῶνες γιὰ τὴν γαστριμαργία. Μακαρίζει τὴν ὑπακοή, καὶ πρῶτος αὐτὸς παρακούει.
Ἐπαινεῖ τοὺς ἀπροσπαθεῖς καὶ δὲν ἐντρέπεται νὰ μνησικακῆ καὶ νὰ φιλονεικῆ γιὰ ἕνα κουρέλι. Παρασυρόμενος στὴν ὀργὴ πικραίνεται, καὶ ἐν συνεχείᾳ ὀργίζεται πάλι ἐπειδὴ πικράθηκε. Καὶ ἔτσι προσθέτει ἥττα στὴν ἥττα χωρὶς νὰ τὸ αἰσθάνεται.
Διαβάζει γιὰ τὴν Κρίσι, καὶ ἀρχίζει νὰ χαμογελᾶ. Γιὰ τὴν κενοδοξία, καὶ κενοδοξεῖ τὴν ὥρα τῆς ἀναγνώσεως. Ἀποστηθίζει λόγους περὶ ἀγρυπνίας, καὶ παρευθὺς καταβυθίζεται στὸν ὕπνο. Ἐγκωμιάζει τὴν προσευχή, καὶ τὴν ἀποφεύγει σὰν μαστίγιο. Μόλις χορτάσει φαγητὸ μετανοεῖ, καὶ ὕστερα ἀπὸ λίγο τρώει καὶ χορταίνει περισσότερο. Μακαρίζει τὴν σιωπή, καὶ τὴν ἐγκωμιάζει μὲ πολυλογία. Διδάσκει περὶ πραότητος, καὶ πολλὲς φορὲς ὀργίζεται τὴν ὥρα τῆς διδασκαλίας. Μόλις συνῆλθε ἀπὸ τὸ σφάλμα του ἐστέναξε, καὶ ἀφοῦ κούνησε τὸ κεφάλι πάλι ὑπέκυψε στὸ πάθος του.
Κατηγορεῖ τὸ γέλιο καὶ χαμογελαστὸς διδάσκει περὶ πένθους. Κατηγορεῖ πολὺ ἐμπρὸς σὲ ἄλλους τὸν ἑαυτόν του ὡς κενόδοξο, καὶ μὲ τὴν κατηγορία αὐτὴ κοιτάζει νὰ προσπορίση στὸν ἑαυτόν του δόξα. Μὲ ἐμπάθεια ἀτενίζει στὰ εὐειδῆ πρόσωπα, καὶ ὁμιλεῖ περὶ σωφροσύνης καὶ ἁγνότητος. Ἐπαινεῖ τοὺς ἐρημίτας καὶ τοὺς ἡσυχαστὰς, ἐνῷ περνᾶ τὸν καιρό του στὸν κόσμο, καὶ δὲν ἀντιλαμβάνεται ὅτι ἔτσι ἐξευτελίζει τὸν ἑαυτό του. Ἐπαινεῖ καὶ δοξάζει τοὺς ἐλεήμονας, ἀλλὰ ὑβρίζει τοὺς πτωχούς. Πάντοτε γίνεται κατήγορος τοῦ ἑαυτοῦ του, ἀλλὰ νὰ συνέλθη δὲν θέλει, γιὰ νὰ μὴν εἰπῶ δὲν μπορεῖ.
4. Ἔτυχε νὰ ἰδῶ πολλοὺς τέτοιους ποὺ ἐδάκρυζαν

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΕΚΤΟΣ Περὶ φιλαργυρίας


(Καθὼς καὶ περὶ ἀκτημοσύνης)

1. (924.) Πλεῖστοι ὅσοι τῶν σοφῶν διδασκάλων πεφύκασι μετὰ τὸν προγεγραμμένον τύραννον τὸν παρόντα μυριοκέφαλον δαίμονα φιλαργυρίας ἐντάττειν. Ἵνα μὴ οὖν τὴν τάξιν τῶν σοφῶν οἱ ἄσοφοι ἡμεῖς ἐναλλάξαιμεν, τούτῳ ὅρῳ καὶ κανόνι ἐξηκολουθήσαμεν. Διὸ περὶ τῆς νόσου, εἰ δοκεῖ, μικρὰ, εἶθ᾿ οὕτως περὶ τῆς ὑγείας βραχέα διαλάβωμεν. 2. Φιλαργυρία ἐστὶν εἰδώλων προσκύνησις, ἀπιστίας θυγάτηρ, ἀσθενειῶν προφασίστρια, γήρως μάντις, λιμῶν προμηνυτὶς ἀβροχίας ὑποβολεύς.
3. Φιλάργυρός ἐστιν Εὐαγελίων μυκτηριστής, καὶ ἑκούσιος παραβάτης. Ὁ κτησάμενος ἀγάπην, διεσκόρπισε χρήματα· ὁ δὲ τοῖς δύο λέγων συζῆν, ἑαυτὸν ἠπάτησεν.
4. Ὁ πενθῶν ἑαυτὸν καὶ τὸ σῶμα ἠρνήσατο· καὶ καιροῦ καλοῦντος, οὐδὲ τούτου ἐφείσατο.
5. Μὴ λέγε συνάγειν τῶν πτωχῶν ἕνεκα· δύο γὰρ λεπτὰ τὴν βασιλείαν ἠγόρασαν.
6. Φιλόξενος καὶ φιλάργυρος ἑαυτοῖς ὑπήντησαν· ὁ δὲ δεύτερος τὸν πρότερον ἀδιάκριτον ὠνόμασεν·
7. ὁ νικήσας τὸ πάθος, μερίμνας περιέκοψεν· ὁ δὲ δεδεμένος οὐδέποτε καθαρῶς προσεύξεται.
8. Ἀρχὴ φιλαργυρίας ὑπόθεσις ἐλεημοσύνης, τέλος δὲ (925.) ταύτης μῖσος πρὸς πένητας. Ἕως οὗ συνάξῃ, ἐλεήμων γίνεται· τῶν χρημάτων δὲ παρόντων, τὰς χεῖρας ἀπέσφιγξεν.
9. Εἶδον πένητας τοῖς χρήμασιν ἐν τῇ τῶν πτωχῶν τῷ πνεύματι πολιτείᾳ πλουτήσαντας· καί γε τῆς προτέρας αὐτῶν πενίας ἐπελάθοντο·
10. Φιλοχρήμων μοναχὸς ἀκηδίας ἀλλότριος, τοῦ ἀποστολικοῦ λόγου καθ᾿ ὥραν μνημονεύων· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω. Καί· Αἱ χεῖρές μου διηκόνησαν ἐμοὶ, καὶ τοῖς σὺν ἐμοί.
Ἑκκαιδεκάτη πάλη· ἣν ὁ νικήσας ἢ ἀγάπην κέκτηται, ἢ μέριμναν περιέκοψεν.
* * *

Περὶ ἀκτημοσύνης [τῆς οὐρανοδρόμου]

11. (928.) Ἀκτημοσύνη ἐστὶ φροντίδων ἀπόθεσις, ἀμεριμνία βίου, ὁδοιπόρος ἀνεμπόδιστος, πίστις ἐντολῶν, λύπης ἀλλότριος·
12. ἀκτήμων μοναχὸς δεσπότης κόσμου, τῷ Θεῷ τὴν φροντίδα πιστεύων, καὶ διὰ πίστεως πάντας δούλους κεκτημένος· οὐκ ἐρεῖ ἀνθρώπῳ περὶ χρείας αὐτοῦ· τὰ δὲ ἐρχόμενα ὡς ἐκ χειρὸς Κυρίου δέξεται.
13. Ἀκτήμων ἐργάτης, ἀπροσπαθείας υἱὸς, τὰ προσόντα αὐτῷ ὡς μὴ ὄντα λογιζόμενος, ἀναχωρήσεως καταλαβούσης ἡγήσατο πάντα σκύβαλα Εἰ δὲ λυπεῖται ἔν τινι, οὔπω ἀκτήμων γέγονεν.
14. Ἀκτήμων ἀνὴρ ἐν προσευχῇ καθαρὸς, ὁ δὲ φιλοκτήμων εἰκόνας ὕλης προσεύχεται·
15. οἱ ἐν ὑποταγῇ διατρίβοντες, φιλαργυρίας ἀλλότριοι· ὅπου γὰρ καὶ τὸ σῶμα ἐξέδωκαν, τί λοιπὸν κέκτηται ἴδιον; Ἓν οἱ τοιοῦτοι ἀδικεῖσθαι πεφύκασιν, εἰς μετάβασιν εὐχερεῖς καὶ ἕτοιμοι ὑπάρχοντες. Εἶδον ὕλην ὑπομονὴν μοναχοῖς ἐν τόπῳ γεννήσασαν. Ἐκείνων δὲ ἐγὼ τοὺς διὰ Κύριον πελαζομένοις πλέον ἐμακάρισα.
17. Ὁ γευσάμενος τῶν ἄνω, εὐχερῶς καταφρονεῖ τῶν κάτω· ὁ δὲ ἐκείνων ἄγευστος, ἐπὶ κτήμασιν ἀγάλλεται.
18. Ἄλογος ἀκτήμων δύο ἀδικεῖται· τῶν παρόντων ἀπεχόμενος, καὶ τῶν μελλόντων στερούμενος. Μὴ οὖν φανῶμεν, ὦ μοναχοὶ, τῶν πετεινῶν ἀπιστότεροι.
19. Οὐ γὰρ μεριμνῶσιν, οὐδὲ συνάγουσιν· μέγας γὰρ ὁ ἀποκτώμενος εὐσεβῶς χρήματα· ἅγιος δὲ ὁ ἀποκτώμενος τὸ ἑαυτοῦ θέλημα.
20. Ὁ μὲν ἑκατονταπλασίονα ἢ (929.) διὰ χρημάτων, ἢ διὰ χαρισμάτων λήψεται· ὁ δὲ ζωὴν αἰώνιον κληρονομήσει·
21. οὐκ ἐκλείψει κύματα θάλασσαν, οὐδὲ φιλάργυρον ὀργὴ καὶ λύπη.
22. Ὁ καταφρονήσας ὕλης, ἐλυτρώθη δικαιολογίας καὶ ἀντιλογίας· ὁ δὲ φιλοκτήμων ὑπὲρ ῥαφίδος ἕως θανάτου πυκτεύει·
23. πίστις ἀκλινὴς περικόψει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα.
24. Οὐκ ἦν ἐν τῷ Ἰὼβ φιλαργυρίας ἴχνος· διὸ καὶ στερηθεὶς, ἀθόρυβος ἔμεινε.
25. Ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ λέγεται ἡ φιλαργυρία· μῖσος γὰρ, καὶ κλοπὰς, καὶ φθόνους, καὶ χωρισμοὺς, καὶ ἔχθρας, καὶ ζάλας, καὶ μνησικακίας, καὶ ἀσπλαγχνίας, καὶ φόνους αὕτη ἐποίησε.
26. Διὰ μικροῦ πυρός τινες πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μικρᾶς ἀρετῆς ὅλα τὰ παρόντα, καὶ τὰ εἰρημένα ἔφυγον πάθη· αὕτη καλεῖται ἀπροσπάθεια. Ταύτην δὲ ἔτεκε πεῖρα καὶ γεῦσις γνώσεως Θεοῦ, καὶ φροντὶς ἀπολογίας ἐξόδου.
27. Οὐκ ἠγνόηται μὲν τῷ μετὰ προσοχῆς ἀνεγνωκότι πάσης τῆς μητροκάκου ὁ λόγος. Φησὶ γὰρ ἐν τῇ πονηρᾷ αὐτῆς καὶ ἐπαράτῳ τεκνογονίᾳ, δεύτερον αὐτῆς εἶναι ἀπόγονον, τὸν ἀναισθησίας λίθον· κεκώλυκε δέ με τὴν οἰκείαν αὐτῷ τάξιν ἀπονεῖμαι ὁ πολυκέφαλος τῆς εἰδωλολατρίας ὄφις. Τρίτην πῶς οὐκ οἶδα λαχὼν παρὰ τοῖς διακριτικοῖς τῶν πατέρων ἐν τῇ τῶν ὀκτὼ ἀλύσει· ὃν συμμέτρως ἀποπεράναντες λέγειν λοιπὸν περὶ ἀναισθησίας βουλόμεθα, ὡς τρίτης ὑπαρχούσης τῆςἐν γενέσει δευτέρας, μεθ᾿ ἣν λοιπὸν καὶ περὶ ὕπνου καὶ ἀγρυπνίας· οὐ μὴν δὲ ἀλλὰ καὶ περὶ τῆς νηπιώδους καὶ ἀνάνδρου δειλίας, βραχέα διαλάβωμεν· εἰσαγωγικῶν γὰρ τὰ τοιαῦτα νοσήματα.
Ἑπτακαιδέκατον ἆθλον ὁ κτησάμενος, πρὸς οὐρανὸν ἀΰλως ὁδοιπορεῖ.
ΠΟΛΛΟΙ ΑΠΟ τοὺς σοφοὺς διδασκάλους μετὰ ἀπὸ τὸν προηγούμενο τύραννο συνηθίζουν νὰ τοποθετοῦν τὸν παρόντα μυριοκέφαλο δαίμονα τῆς φιλαργυρίας. Καὶ γιὰ νὰ μὴ μεταβάλωμε τὴν σειρὰ τῶν σοφῶν ἐμεῖς οἱ ἄσοφοι, ἀκολουθήσαμε τὸν ἴδιο κανόνα καὶ τὴν ἴδια ἀπόφασι. Ἔτσι ἀφοῦ ὁμιλήσωμε ὀλίγο μὲ τὴν ἀρρώστεια, θὰ ὁμιλήσωμε ἔπειτα ἐν συντομίᾳ καὶ γιὰ τὴν κατάστασι τῆς ὑγείας. 2. Ἡ φιλαργυρία εἶναι προσκύνησις τῶν εἰδώλων, θυγατέρα τῆς ἀπιστίας, προφασίστρια νόσων, μάντις γηρατειῶν, ὑποβολεὺς ἀνομβρίας, προμηνυτὴς λιμῶν.
3. Φιλάργυρος εἶναι ἐκεῖνος ποὺ καταφρονεῖ τὶς εὐαγγελικὲς ἐντολὲς καὶ τὶς παραβαίνει ἐνσυνείδητα. Ὅποιος ἀπέκτησε ἀγάπη διεσκόρπισε χρήματα. Ὅποιος ὅμως ἰσχυρίζεται πὼς συμβιβάζει στὴν ζωή του καὶ τὰ δυό, αὐτοαπατήθηκε.
4. Ὅποιος πενθεῖ γιὰ τὶς ἁμαρτίες του, ἀπαρνήθηκε καὶ τὸ σῶμα του. Διότι ὅταν τὸ ἐκάλεσε ἡ περίστασις, οὔτε αὐτὸ τὸ λυπήθηκε.
5. Μὴ ἰσχυρίζεσαι ὅτι μαζεύεις χρήματα γιὰ τοὺς πτωχούς. Διότι δυὸ μόνο λεπτὰ ἀγόρασαν τὴν οὐράνιο βασιλεία (πρβλ. Λουκ. κα´ 2).
6. Ὁ φιλόξενος καὶ ὁ φιλάργυρος συναντήθηκαν. Καὶ ὁ δεύτερος ἀποκαλοῦσε τὸν πρῶτο ἀδιάκριτο καὶ ἀσύνετο.
7. Ὅποιος ἐνίκησε τὸ πάθος αὐτό, ἔπαυσε νὰ ἔχη μέριμνες. Ὅποιος εἶναι δεμένος μαζί του, ποτὲ δὲν θὰ κάνη καθαρὰ προσευχή.
8. Ἀρχὴ τῆς φιλαργυρίας, ἡ πρόφασις τῆς ἐλεημοσύνης. Τέλος δὲ αὐτῆς, τὸ μίσος πρὸς τοὺς πτωχούς. Ἕως ὅτου κάποιος συγκεντρώση τὰ χρήματα, κάνει ἐλεημοσύνες. Ὅταν ὅμως τὰ συγκεντρώση, σφίγγουν τὰ χέρια του.
9. Εἶδα ἀνθρώπους πτωχοὺς ὡς πρὸς τὰ χρήματα, οἱ ὁποῖοι ἐπλούτησαν στὴν ζωὴ τῶν «πτωχῶν τῷ πνεύματι»· δηλαδὴ ἐπλούτησαν στὴν μοναχικὴ ζωή. Καὶ ἔπαυσαν πλέον νὰ ἐνθυμοῦνται τὴν προηγουμένη πτωχεία τους.
10. Ὁ φιλοχρήματος μοναχὸς εἶναι ξένος πρὸς τὴν ἀκηδία(!), ἐνθυμούμενος κάθε ὥρα τὸν ἀποστολικὸ λόγο «Ὁ ἀργὸς μηδὲ ἐσθιέτω» (Β´ Θέσ. γ´ 10), καθὼς καὶ τό: «Αἱ χεῖρες αὗται διηκόνησαν ἐμοὶ καὶ τοῖς σὺν ἐμοί»! (Πράξ. κ´ 34).

* * *

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΠΕΜΠΤΟΣ Περὶ ἁγνείας


Περὶ ἀφθάρτου ἐν φθαρτοῖς
ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης.

2. (880.) Ἁγνεία ἐστὶν ἀσωμάτου φύσεως οἰκείωσις. Ἁγνεία ἐστὶν φύσεως ὑπὲρ φύσιν ὑπερφυὴς ἄρνησις· καὶ ἀσωμάτων σώματος θνητοῦ καὶ φθαρτοῦ παράδοξος ὄντως ἅμιλλα· ἁγνός ἐστιν ὁ ἔρωτι ἔρωτα διακρουσάμενος, καὶ πῦρ πυρὶ ἀΰλῳ ἀποσβέσας.
3. Σωφροσύνη ἐστὶν καθολικὴ πασῶν τῶν ἀρετῶν ἐπωνυμία. Σώφρων ἐστὶν ὁ ἐν αὐτοῖς τοῖς ὕπνοις μηδεμίαν κίνησιν τῆς προσούσης αὐτῷ καταστάσεως αἰσθόμενος·
4. σώφρων ἐστὶν, ὁ τελείαν ἀναισθησίαν ἐπὶ διαφορᾷ σωμάτων διὰ παντὸς κτησάμενος. Οὗτος (881.) κανὼν καὶ ὄρος τῆς τελείας καὶ πανάγνου ἁγνείας, τὸ ὡσαύτως ἐπ᾿ ἐμψύχοις τε καὶ ἀψύχοις, λογικοῖς τε καὶ ἀλόγοις διακεῖσθαι.
5. Μηδεὶς τῶν ἁγνείαν ἐξησκηκότων ἑαυτῷ τὴν ταύτης κτῆσιν λογίσοιτο· τὴν γὰρ φύσιν αὐτὴν νικῆσαι τῶν οὐκ ἐνδεχομένων ἐστίν· ὅπου φύσεως ἧττα γέγονεν, ἐκεῖ τοῦ ὑπὲρ φύσιν παρουσία ἐπέγνωσται. Χωρὶς γὰρ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καταργεῖται.
6. Ἀρχὴ μὲν ἁγνείας ἀσυγκατάθετος λογισμὸς, καὶ ἀνείδωλοι διὰ χρόνων ἐκκρίσεις. Μεσότης ἁγνείας, φυσικαὶ κινήσεις ἐπὶ πλήθει βρωμάτων, καὶ μόνων ἀνειδώλως συνιστάμεναι, καὶ ῥεύσεως ἀπηλλαγμέναι. Τέλος δὲ, νέκρωσις σώματος προθανόντων λογισμῶν.
7. Μακάριος ἀληθῶς, ὃς ἐν παντὶ σώματι, καὶ χρώματι, καὶ ὥρᾳ τελείαν ἀναισθησίαν ἐκτήσατο·
8. οὐχ ὁ τὴν πηλὸν ἄῤῥυπον φυλάξας, οὗτος ἁγνός· ἀλλ᾿ ὁ τὰ μέλη ταύτης τῇ ψυχῇ ὑποτάξας τελείως·
9. μέγας μὲν ὁ ἐπὶ ἀφῇ διαμένων ἀπαθὴς διαμείνας ἄτρωτος, καὶ νικήσας πυρὸς θέαν ἐννοίᾳ κάλλους τῶν ἄνω.
10. Ὁ μὲν εὐχῇ τὸν κύνα ἀπωθούμενος, τῷ μαχομένῳ προσέοικε λέοντι· ὁ δὲ ἀντιῤῥήσει τοῦτον ἀνατρέπων, τῷ καταδιώκοντι ἔτι τὸν ἐχθρὸν αὐτοῦ· ὁ δὲ τὴν τούτου προσβολὴν εἰς ἅπαξ ἐξουθενήσας, εἰ καὶ ἐν σαρκί ἐστιν, ἀλλά γε τῆς σοροῦ ἀνέστη.
11. Εἰ τοῦτο ἀληθοῦς ἁγνείας τεκμήριον, τὸ ἀκίνητον εἶναι ἐν τοῖς καθ᾿ ὕπνον [al. ὕπνοις, mendose] φαντάσμασιν· τοῦτο πάντως ὄρος λαγνείας, τὸ ῥύσιν ὑπομένειν γρηγοροῦντα τοῖς ἐνθυμήμασιν·
12. ὁ μὲν ἐξ ἱδρώτων καὶ μόχθων πολεμῶν τούτῳ τῷ ἀντιδίκῳ τῷ καταδήσαντι βρυλλίῳ τὸν ἐχθρὸν ἑαυτοῦ ἔοικεν· ὁ δὲ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας τῷ κλοιὰ τοῦτον περιβαλόντι· ὁ δὲ διὰ ταπεινοφροσύνης, καὶ ἀοργησίας, καὶ δίψης, τῷ ἀποκτείναντι τὸν πολέμιον, καὶ ἐν ψάμμῳ κρύψαντι· ψάμμον νοήσεις τὴν ταπείνωσιν· οὐ γὰρ τρέφει παθῶν βοσκὴν, ἀλλ᾿ ἔστι γῆ καὶ σποδός·
13. ἕτερος ὁ ἐξ ἀγώνων, καὶ ἕτερος ὁ ἐκ ταπεινώσεως· καὶ ἄλλος, ὁ θείᾳ ἀποκαλύψει τὸν τύραννον δεδεμένον ἔχων· ὁ μὲν τῷ ἑωσφόρῳ· ὁ δὲ τῇ μεγάλῃ σελήνῃ, ὁ δὲ τῷ λαμπρῷ ἡλίῳ προσεοίκασιν· ἀμφότεροι δὲ ἐν οὐρανοῖς τὸ πολίτευμα κέκτηνται. Ἐκ μὲν αὐγῆς φῶς, ἐκ φωτὸς δὲ ἀνέτειλε ἥλιος· ὡς καὶ ἐπὶ τῶν εἰρημένων ἔστι νοῆσαι καὶ εὑρεῖν.
14. Ὑποκρίνεται μὲν ἀλώπηξ ὕπνον, δαίμων δὲ καὶ σωφροσύνην· ἀλλ᾿ ἡ μὲν, ἵνα ὄρνιν ἀπατήσῃ· ὁ δὲ ἵνα ψυχὴν ἀπολέσῃ.
15. Μὴ πιστεύσῃς τῇ πηλῷ ἐν τῇ ζωῇ σου· καὶ μὴ θαῤῥήσῃς αὐτῇ ἄχρι Χριστῷ ὑπαντήσεις·
16. μὴ θάρσει ἐξ ἐγκρατείας μὴ πίπτειν· μηδὲ γὰρ ἐσθίων τις ἐξ οὐρανοῦ ἐῤῥίφη.
17. Ἀποταγήν τινες γνωστικοὶ καλῶς ὡρίσαντο λέγοντες ταύτην ἔχθραν πρὸς σῶμα, καὶ μάχην πρὸς κοιλίαν.
18. Ἐν μὲν τοῖς εἰσαγωγικοῖς, ἐκ τρυφῆς τὰ πτώματα ἐπίπαν πεφύκασι γίνεσθαι τὰ τοῦ σώματος· ἐν δὲ μέσοις, καὶ ἐξ ὑψηλοφροσύνης, πλὴν ὅτι καὶ ἐν εἰσαγωγικοῖς· ἐν τοῖς δὲ τῇ τελειότητι προσεγγίζουσι, καὶ ἐκ τοῦ κατακρίνειν τὸν πλησίον καὶ μόνον.
19. (884.) Τινὲς μεμακαρίκασι τοὺς φύσει εὐνούχους ἀποτεχθέντας, ὡς τῆς τοῦ σώματος τυραννίδος λελυτρωμένους. Ἐγὼ δὲ μεμακάρικα τοὺς καθημερινοὺς εὐνούχους· οἵτινες λογισμῷ ὥσπερ μαχαίρᾳ ἑαυτοὺς ἀκρωτηριάζειν πεφύκασιν· ἑώρακα ἀκουσίως πεσόντας,
20. καὶ ἑώρακα ἑκουσίως πίπτειν βουλομένους μὲν, μὴ δυναμένους δὲ, καὶ τῶν καθ᾿ ἡμέραν πιπτόντων αὐτοὺς μᾶλλον ἐταλάνισα, ὡς καὶ μὴ δυναμένους τῆς δυσωδίας ἐφίεσθαι.
21. Ἐλεεινὸς ὁ πίπτων· ἐλεεινότερος δὲ ὁ καὶ ἑτέρῳ τοῦτο προξενῶν· διότι τῶν δύο πτωμάτων καὶ τῆς ἑτέρου ἡδονῆς αὐτὸς τὸ βάρος ἐπισύρεται.
22. Μὴ θέλε δικαιολογίαις καὶ ἀντιῤῥήσεσιν ἀνατρέπειν τὸν τῆς πορνείας δαίμονα· διότι ἐκεῖνος τὰ εὔλογα κέκτηται ὡς φυσικῶς ἡμῖν μαχόμενος.
23. Ὁ τὴν ἑαυτοῦ σάρκα βουληθεὶς πολεμῆσαι, ἢ νικῆσαι ἐξ ἑαυτοῦ, εἰς μάτην τρέχει. Ἐὰν γὰρ μὴ Κύριος καταλύσῃ οἶκον σαρκὸς, καὶ οἰκοδομήσῃ οἶκον ψυχῆς, εἰς μάτην ἠγρύπνησε, καὶ ἐνήστευσεν ὁ καταλύων.
24. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, ἐπιγνοὺς εἰς ἅπαν τὴν οἰκείαν ἀδυναμίαν, καὶ λήψῃ χάρισμα σωφροσύνης ἀνεπαισθήτως·
25. ἔστιν ἐν τοῖς ἡδυπαθέσιν, ὥς μοί τις αὐτῶν ἐν πείρᾳ γεγονὼς μετὰ τὴν ἔκνηψιν διηγήσατο, αἴσθησίς τινος σωμάτων ἔρωτος, καὶ πνεῦμα ἀναιδὲς καὶ ἀπάνθρωπον αὐτῇ τῆς καρδίας αἰσθήσει ἐναργῶς ἐγκαθήμενον, καὶ σωματικοῦ καρδίας πόνου δίκην ἐκ πυρὸς καμίνου, τῷ πολεμουμένῳ αἰσθέσθαι [al. αἰσθάνεσθαι] παρασκευάζον, Θεὸν μὲν μὴ φοβούμενον, μνήμην κολάσεως ὡς οὐδὲν [al. οὐδενός] καταφρονῶν, εὐχὴν βδελυσσόμενον, καὶ ἐπ᾿ αὐτῇ τῇ πράξει σχεδὸν ἐπιτελουμένῃ νεκρῶν λειψάνων ὡς ἀψύχων λίθων τὴν θεωρίαν λογιζόμενον ἔκνουν τινὰ, καὶ ἐξεστηκότα τὸν πάσχοντα ἀπεργαζόμενον· λογικῆς καὶ ἀλόγου οὐσίας ἐν ἐφέσει διηνεκεῖ μεμεθυσμένον, οὗ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώσθη πᾶσα ψυχὴ, τὴν πηλὸν ταύτην τὴν αἵματι καὶ χυμῷ ῥυπαρῷ συγκεκραμένην, ἠμφιεσμένη. Πῶς γάρ; Διότι πᾶν τὸ γεγονὸς, τῆς συγγενείας τῆς ἑαυτοῦ ἐμφίεται [al. ὀρέγεται]ἀπλήστως. Τὸ αἷμα αἵματος, καὶ ὁ σκώληξ σκώληκος, καὶ ἡ πηλὸς πηλοῦ· οὐκ οὖν καὶ ἡ σὰρξ σαρκός; Κἂν μεθοδείαις αὐτὴν τὴν ἀπατεῶνα ἀπατᾷν δοκιμάζωμεν, οἱ τῆς φύσεως καὶ τῆς βασιλείας βιασταὶ καὶ ἐπιθυμηταί· τοῦ μὲν προειρημένου πολέμου, οἱ μὴ 885.) πειρασθέντες, μακάριοι. Εὐξώμεθα εἰς ἅπαν τῆς αὐτοῦ τοιαύτης λυτρωθῆναι πείρας· οἱ γὰρ ἐν τῷ προειρημένῳ κατολισθήσαντες βόθρῳ τῷν ἐκείνῃ τῇ κλίμακι ἀνερχομένων, καὶ κατερχομένων μακρὰν ἀποπίπτουσι, καὶ πρὸς τὴν ἐκεῖθεν ἀνάβασιν ἱδρώτων πολλῶν μετὰ λιμοῦ δέονται ἀκροτάτου.
26. Σκοπήσωμεν μήπως ἐπὶ τῶν νοερῶν ἐχθρῶν ἡμῶν, ὥσπερ ἐν αἰσθητῷ πολέμῳ, ἐν τῇ παρατάξει αὐτῶν τῇ πρὸς ἡμᾶς οἰκείαν τινὰ ἕκαστος αὐτῶν τὴν ἐγχείρησιν μετέρχεσθαι τέτακται·
27. ὅπερ θαῦμα ἐπεσημηνάμην ἐν τοῖς πειραζομένοις· καὶ ἑώρακα πτώματα πτωμάτων χαλεπώτερα· καὶ ἔχων νοῦν ἀκούειν ἀκουέτω.
28. Εἴθισται τῷ δαίμονι καὶ μάλιστα ἐν τοῖς ἀγωνιζομένοις, καὶ τὸν μονήρη βίον μετερχομένοις πολλάκις πᾶσαν αὐτοῦ τὴν ὁρμὴν, καὶ τὴν σπουδὴν καὶ μηχανὴν, καὶ πανουργίαν, καὶ ἐπίνοιαν, ἐν τοῖς παρὰ φύσιν μόνον [μᾶλλον], καὶ οὐκ ἐν τοῖς κατὰ φύσιν αὐτοὺς παρασκευάζειν πολεμεῖσθαι· ὅθεν καὶ πολλάκις τῷ θήλει συνδιάγοντες, πρὸς αὐτὸ εἰς ἐπιθυμίαν, ἢ ἔννοιαν ὅλως μὴ πολεμούμενοι, ἑαυτοὺς μεμακαρίκασιν, ἀγνοήσαντες οἱ τάλανες ὅτι ὅπου μείζων ὁ ὄλεθρος, ἐκεῖ τοῦ ἐλάττονος χρεία οὐ καθέστηκεν.
29. Οἶμαι δυοῖν τούτων αἰτιῶν οἱ φόνιοι ἡμᾶς τοὺς ἀθλίους οἱ πανάθλιοι ἐν τοῖς παρὰ φύσιν ἐπορθεῖν πεφύκασιν, ὡς τῆς ὕλης τοῦ πτώματος πανταχοῦ ἡμῶν εὐπορούντων· καὶ ὡς μείζονα τὴν τιμωρίαν κεκτημένων. Οἶδε τὸ εἰρημένον ὁ τῆς ὀνάγροις πρώην μὲν ἐπιτρέπων· ἔσχατον δὲ ὑπὸ τῶν ἀγρίων ὀνάγρων ἐλεεινῶς ἐπιτραπεὶς καὶ ἐμπαιχθεὶς, καὶ οὐρανίῳ τρεφόμενος ἄρτῳ, ὕστερον δὲ τοῦ καλοῦ στερηθεὶς, καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ μετὰ μετάνοιαν Στύλος μὲν μέγας ἔπεσεν, ὀδυνώμενος πικρῶς ὁ καθηγητὴς ἡμῶν ἔφησεν Ἀντώνιος· τὸν δὲ τρόπον τῆς πτώσεως ὁ σοφὸς ἀπέκρυψεν· ἐγίνωσκε γὰρ εἶναι πορνείαν σωματικῶς, καὶ ἐκτὸς ἑτέρου σώματος· ἔστι τις θάνατος ἐν ἡμῖν καὶ ἀπώλεια πτώματος ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἀεὶ συμπεριφερόμενος, ἐν νεότητι μάλιστα· ὃν ἔγωγε γραφῇ παραδοῦναι οὐ τετόλμηκα· ἐπέσχε γάρ μου τὴν χεῖρα ὁ εἰρηκώς· Τὰ γὰρ κρυφῇ γινόμενα ὑπό τινων, αἰσχρόν ἐστι καὶ λέγειν, καὶ γράφειν, καὶ ἀκούειν.
30. Τὴν μὲν ἐμὴν ταύτην καὶ οὐκ ἐμὴν ἐχθρὰν φίλην σάρκα, Παῦλος μὲν θάνατον προσηγόρευσε· Τίς με γὰρ, φησὶ, ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἕτερος δὲ θεολόγος ἐμπαθῆ καὶ δούλην καὶ νυκτερινήν· τίνος δὲ, τίνος χάριν τοιαύταις πρὸς αὐτὴν προσηγορίαις ἐχρήσαντο, μαθεῖν ἐδίψων.
31. Εἰ θάνατος, ὡς προλέλεκται, σὰρξ, ὁ ταύτην νικήσας πάντως οὐκ ἀποθνήσκει· καὶ τίς ἐστιν ἄρα ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον μολυσμοῦ σαρκὸς αὐτοῦ;
32. Ζητητέον (888.) δυσωπῶ, τίς μείζων· ὁ θανὼν καὶ ἀναστὰς, ἢ ὁ μηδ᾿ ὅλως θανών· καὶ ὁ μὲν τὸν δεύτερον μακαρίσας, ἔψευσται θανὼν γὰρ ὁ Χριστὸς, ἀνέστη· ὁ δὲ τὸν πρῶτον, μηδεμίαν παρὰ τοῖς θνήσκουσι, μᾶλλον δὲ πίπτουσι τὴν ἀπόγνωσιν εἶναι δυσωπεῖ·
33. φιλάνθρωπον γὰρ τὸν Θεὸν ὁ ἀπάνθρωπος ἐχθρὸς ὁ τῆς πορνείας προστάτης λέγει· καὶ πολλὴν συγγνώμην τῷ πάθει τούτῳ ὡς φυσικῷ παρέχοντα· ἐπιτηρήσωμεν δὲ δόλους δαιμόνων, καὶ μετὰ τὴν πρᾶξιν δικαιοκρίτην αὐτόν, καὶ ἀσυγχώρητον εὑρήσομεν αὐτοὺς ὀνομάζοντας· ἐκεῖ μὲν γὰρ ἵνα ἐπὶ τὴν ἁμαρτίαν προτρέψωνται, οὕτως ἐχρήσαντο· νῦν δὲ λοιπόν, ἵνα ἐπὶ τὴν ἀπόγνωσιν ἡμᾶς καταποντίσωσι. Τῆς μὲν λύπης καὶ ἀπογνώσεως συνισταμένης, ἑαυτοὺς ἐπὶ τῷ πταίσματι ἐκδιδόναι πάλιν οὐ πεφύκαμεν· ταύτης δὲ κατασβεσθείσης, πάλιν ὁ τῆς φιλανθρωπίας ἡμᾶς τύραννος διαδέχεται.
34. Καθόσον ἄφθαρτος καὶ ἀσώματος ὁ Κύριος, κατὰ τοσοῦτον τῇ ἁγνείᾳ καὶ τῇ ἀφθαρσίᾳ τοῦ σώματος ἡμῶν εὐφραίνεται, οὐδενὶ οὕτως ἑτέρῳ ὡς τῇ δυσωδίᾳ τῆς πορνείας τινές φασιν ἐπιχαίρειν τοὺς δαίμονας· οὐκ οὖν οὐδὲ πάθει ἑτέρῳ, ὡς τῷ τοῦ σώματος μολυσμῷ.
35. Ἁγνεία Θεοῦ οἰκείωσις καὶ ὁμοίωσις κατὰ τὸ δυνατὸν ἀνθρώποις.
36. Μήτηρ μὲν γλυκύτητος, γῆ καὶ δρόσος· μήτηρ δὲ ἁγνείας ἡσυχία σὺν ὑπακοῇ· ἡ μὲν ἐξ ἡσυχίας κατορθουμένη τοῦ σώματος ἀπάθεια, κόσμῳ πολλάκις πλησιάζουσα οὐκ ἀσάλευτος διέμεινεν· ἡ δὲ ἐξ ὑπακοῆς προσγινομένη, πανταχοῦ δόκιμος καὶ ἀκράδαντος·
37. εἶδον ὑπερηφανίαν ταπεινοφροσύνης πρόξενον, καὶ τοῦ λέγοντος ἐμνημόνευσα· Τίς ἔγνω νοῦν Κυρίου; λάκκος καὶ κύημα τύφου, πτῶμα· πτῶμα δὲ πολλάκις ἐν τοῖς βουλομένοις ταπεινοφροσύνης ὑπόθεσις.
38. Ὁ μετὰ γαστριμαργίας καὶ κόρου τὸν τῆς πορνείας νικῆσαι βουλόμενος δαίμονα, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν.
39. Ὁ μετὰ ἐγκρατείας καὶ μόνης πόλεμον δοκιμάσας καταπαῦσαι, ὅμοιός ἐστι τῷ μιᾷ χειρὶ νηχομένῳ, καὶ πελάγους λυτροῦσθαι φιλονεικοῦντι. Σύζευξον ἐγκρατείᾳ ταπείνωσιν· ἐκτὸς γὰρ τῆς δευτέρας ἡ προτέρα ἀνωφελὴς εὑρίσκεται.
40. Ὅστις ἑαυτὸν ὑπό τινος πάθους πλεονεκτούμενον θεάσεται, κατ᾿ αὐτοῦ καὶ μόνου πρὸ πάντων ὁπλισάτω ἑαυτόν, καὶ μάλιστα τοῦ ἐμφυλίου ἐχθροῦ. Τούτου γὰρ μὴ καθαιρεθέντος, οὐδὲν ἐκ τῆςτῶν λοιπῶν νίκης ὠφελούμεθα. Τὸν δὲ Αἰγύπτιον τοῦτον, καὶ ἡμεῖς πατάξαντες πάντως ἐν τῇ βάτῳ τῆς ταπεινώσεως τὸν Θεὸν ὀψόμεθα.
41. ᾘσθόμην ἐγὼ πειραζόμενος τὸν λύκον τοῦτον, χαρὰν ἄλογον, καὶ δάκρυα, καὶ παράκληξιν τῇ ψυχῇ ἀπατηλῶς ποιοῦντα, καὶ ἐδόκουν νηπιώδης καρπὸν καὶ οὐ φθορὰν κατέχειν.
42. Εἰ πᾶσα ἁμαρτία ἣν ἂν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον (889.) σῶμα ἁμαρτάνει, πάντως διὰ τοῦτο, ἐπειδὴ αὐτὴν τὴν τῆς σαρκὸς οὐσίαν μολύνειν τῇ ῥοῇ πεφύκαμεν· ὅπερ ἐπ᾿ ἄλλης ἁμαρτίας γίνεσθαι ἀδύνατον· ζητῶ δὲ ἐγὼ πῶς ἐπὶ πάσης ἁμαρτίας σφαλλομένους τοὺς ἀνθρώπους, καὶ μόνον, σεσυνηθίκαμεν λέγειν· ἐπὰν δέ τινα πεπορνευκότα ἀκούσωμεν, ὀδυνηρῶς λέγομεν [βοῶμεν]· Ὁ δεῖνα πέπτωκεν.
43. Φεύγει ἄγκιστρον ἰχθὺς ὀξέως, καὶ φιλήδονος ψυχὴ ἀποστρέφεται ἡσυχίαν.
44. Ὅταν πρὸς ἀλλήλους τινὰς ὁ διάβολος δεσμὸν αἰσχρὸν δῆσαι βούλεται, τὰ ἑκάτερα μέρη δοκιμάσας, ἐκεῖθεν τοῦ πυρὸς ἄρχεται.
45. Πολλάκις οἱ περὶ τὸ φιλήδονον ῥέποντες, συμπαθεῖς καὶ ἐλεήμονες, καὶ συνδάκρυες, καὶ κόλακες εἶναι πεφύκασιν· οἱ δὲ ἁγνείας ἐπιμελούμενοι οὐχ οὕτως τὰ τοιάδε κέκτηται [κέκτηνται].
46. Γνωστικός με ἀνὴρ φοβερὸν ἐπηρώτησε πρόβλημα, Ποία, φήσας, ἁμαρτία, φόνου καὶ ἀρνήσεως χωρὶς, βαρυτέρα πάντων καθέστηκε; Κἀμοῦ, τὸ εἰς αἵρεσιν πεσεῖν εἰρηκότος· Καὶ πῶς, φησὶν, αἱρετικοὺς Ἐκκλησία μὲν καθολικὴ δεχομένη σὺν τῷ γνησίῳ τῆς οἰκείας αἱρέσεως ἀναθεματισμῷ τῆς τῶν μυστηρίων αὐτοὺς ἀξιοῖ μεταλήψεως· τὸν δὲ πεπορνευκότα ἐξομολογούμενον, καὶ τῆς ἁμαρτίας παυόμενον εἰσδεχομένη ἐπὶ χρόνους αὐτὸν τῶν ἀχράντων μυστηρίων ἀφορίζειν παρὰ τῶν ἀποστολικῶν ὑποτρέπεται κανόνων; Κἀμοῦ τῇ ἀπορίᾳ καταπλαγέντος, τὸ ἄπορον μεμένηκεν ἄπορον καὶ ἀδιάλυτον.
47. Ἐρευνήσωμεν καὶ μετρήσωμεν, καὶ τηρήσωμεν ποία μὲν ἐν τῇ ψαλμῳδίᾳ ἐκ τοῦ τῆς πορνείας δαίμονος ἡδύτης ἡμῖν προσγίνεται· ποία δὲ ἐκ τῶν λόγων τοῦ Πνεύματος καὶ τῆς ἐν αὐτοῖς ὑπαρχούσης χάριτος καὶ δυνάμεως.
48. Μὴ λάθῃς σεαυτόν, ὦ νέε. Εἶδον γὰρ ἐκ ψυχῆς τινας τοῖς ἑαυτῶν προσφιλέσι προσευχομένους, καὶ ἐκ πορνείας κινούμενοι, ἐδόκουν μνήμην καὶ θεσμὸν ἀγάπης ἐκτελεῖν.
49. Ἔστι δι᾿ ἁφῆς σωματικῶς μολύνεσθαι· οὐδὲν γὰρ βαρύτερον ταύτης τῆς αἰσθήσεως· μέμνησο τοῦ συμπλέξαντος τῇ χειρὶ τὸ θέριστρον, καὶ νάρκα χεῖρα ἐπὶ φυσικῶν, καὶ οὐ φυσικῶν, οἰκείου τε καὶ ἀλλοτρίου σώματος.
50. Οἶμαι μὴ λέγεσθαί τινα τὸ παράπαν ἅγιον φερωνύμως, εἰ μὴ πρότερον τὴν γῆν ταύτην εἰς ἁγιασμὸν μεταποιήσῃ, εἴπερ καὶ ἔνεστι μεταμορφῶσαι.
51. Ἐν τῇ στρωμνῇ ἀναπεσόντες, τότε νήψωμεν· διότι ὁ νοῦς τότε χωρὶς τοῦ σώματος συμπαλαίει τοῖς δαίμοσι· κἂν εὑρεθῇ φιλήδονος, προδότης ἡδέως γίνεται.
52. Μνήμη θανάτου πάντως συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ μονολόγιστος Ἰησοῦ εὐχή· οὐδὲν γὰρ ὡς ταῦτα ἐν τῷ ὕπνῳ εὑρήσεις βοηθήματα.
53. Τινὲς ἐκ βρωμάτων μόνων τοὺς πολέμους καὶ τὰς ἐκκρίσεις εἶναι δοκιμάζουσιν· ἐγὼ δὲ ἐσχάτως νοσοῦντας, καὶ εἰς ἄκρον νηστεύοντας, ταύταις ἰσχυρῶς μολυνομένουςτεθέαμαι.
Ἠρώτησά ποτέ τινα περὶ τούτων τῶν δοκιμωτάτων διακριτικῶν μοναχῶν· καὶ ἐδίδαξεν ὁ (892.) μακάριος μάλα σαφῶς. Ἔστι, φησὶν ὁ ἀοίδιμος καθ᾿ ὕπνους ἔκκρισις ἐκ πλήθους βρωμάτων καὶ ἀνέσεως· ἑτέρα ἐξ ὑπερηφανίας, ὅταν ἐν τῇ χρονίᾳ ἡμῶν τυφώμεθα ἀῤῥευστίᾳ· καὶ ἔστιν ἐκ τοῦ τὸν πλησίον κατακρίνειν· καὶ αἱ μὲν δύο, φησὶ, δύνανται καὶ τοῖς ἀσθενοῦσι ἐπισυμβαίνειν· νομίζω δὲ καὶ αἱ τρεῖς.
Εἰ δέ τις ἑαυτὸν πασῶν τῶν προειρημένων αἰτιῶν καθαρεύοντα ψηλαφήσειε, μακάριος τῆς τοιαύτης ἀπαθείας ἐργάτης, ἐκ φθόνου δαιμόνων, καὶ μόνον τὸ συμβὰν πεπονθὼς τοῦτο τοῦ Θεοῦ ἐν αὐτῷ συγχωρήσαντος γενέσθαι ἐκ χρόνου, ἵνα δι᾿ ἀναμαρτήτου συμφορᾶς ὑψηλοτάτην κτήσηται τὴν ταπείνωσιν.
54. Μηδεὶς τὰ καθ᾿ ὕπνους φαντάσματα πρὸς ἑαυτὸν μεθ᾿ ἡμέραν λογίζεσθαι θελήσειεν· σκοπὸς γὰρ καὶ οὗτος τοῖς δαίμοσιν, ἵνα ἐξ ἐνυπνίων χρηγοροῦντας ἡμᾶς μολύνωσιν.
55. Ἀκούσωμεν καὶ ἄλλην τῶν ἐχθρῶν ἡμῶν πανουργίαν. Ὥσπερ τὰ τὸ σῶμα βλάπτοντα βρώματα μετὰ χρόνον, ἢ ἡμέραν τὴν νόσον ἡμῖν ποιεῖν πεφύκασιν, οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὴν ψυχὴν μολυνόντων αἰτίων ἑώρακα τρυφῶντας, καὶ παραυτίκα μὴ πολεμουμένους· καὶ ἑώρακα γυναιξὶ συνεσθίοντας, καὶ συνδιατρίβοντας· καὶ μηδεμίαν πονηρὰν ἔννοιαν παρ᾿ αὐτὰ λογιζομένους· καὶ μέντοι θαῤῥήσαντες οἱ ἀπατώμενοι, ὅταν ἔδοξαν εἰρήνην καὶ ἀσφάλειαν ἔχειν, ἐν τῇ ἑαυτῶν κέλλῃ αἰφνίδιον ἔπαθον ὄλεθρον. Τίς δὲ ὁ ὄλεθρος, ὁ κατὰ μόνας μόνοις ἡμῖν σωματικῶς καὶ ψυχικῶς γινόμενος, ὁ μὲν πειρασθεὶς ἐπίσταται· ὁ δὲ μὴ πειρασθεὶς, γνῶναι οὐ δεῖται.
56. Τῷ καιρῷ ἐκείνῳ καλὸν ἡμῖν βοήθημα σάκκος, σποδὸς, στάσις παννύχιος· ἐπιθυμία ἄρτου· γλῶσσα φλεγομένη, καὶ μετρίως δροσιζομένη, σορῶν οἴκησις, καὶ πρὸ πάντων ταπείνωσις καρδίας, καὶ εἰ δυνατόν, πατὴρ, ἢ ἀδελφὸς σπουδαῖος, γηραιὸς τῷ φρονήματι εἰς βοήθειαν. Θαυμάζω γὰρ εἰ μόνος τις ἐκ πελάγους ναῦν διασῶσαι δύναται.
57. Τὸ αὐτὸ πτῶμα πολλάκις ἑκατονταπλάσιον τοῦ ἑτέρου πραχθέντος κρῖμα κέκτηται, ἐκ τρόπου, ἐκ τόπου, ἐκ προκοπῆς, καὶ ἐξ ἄλλων πολλῶν.
58. Παράδοξόν μοί τις καὶ ἀκρότατον ἁγνείας ὅρον ὑφηγήσατο. Κάλλος γὰρ, φησὶν, τις θεασάμενος, τὸν Ποιητὴν μεγάλως ἐξ ἐκείνου ἐδόξασε· καὶ ἀπὸ μόνης τῆς θέας εἰς ἀγάπην Θεοῦ καὶ δακρύων πηγὴν κατεφέρετο· καὶ ἦν θάμβος ἰδέσθαι τὸν ἑτέρου βόθρον, ἄλλῳ στέφανον γενόμενον ὑπὲρ φύσιν. Εἰ πάντοτε ὁ τοιοῦτος ἐν τοῖς τοιούτοις αἴσθησιν καὶ (893.) ἐργασίαν κέκτηται, ἀνέστη ἄφθαρτος πρὸ τῆς κοινῆς ἀναστάσεως.
59. Τῷ αὐτῷ κανόνι, καὶ ἐπὶ τῶν μελῳδικῶν καὶ ᾀσμάτων χρησόμεθα. Οἱ μὲν γὰρ φιλόθεοι, εἰς ἱλαρότητα καὶ θείαν ἀγάπην, καὶ δάκρυα, καὶ ἐκ τῶν ἔξωθεν, καὶ ἐκ τῶν πνευματικῶν ᾠδῶν κινεῖσθαι πεφύκασιν· οἱ δὲ φιλήδονοι, τὸ ἐναντίον.
60. Τινὲς, καθὼς καὶ φθάσαντες εἴπομεν, ἐν τοῖς ἡσυχαστικοῖς τόποις, πολλῷ πλέον πολεμεῖσθαι πεφύκασι· καὶ οὐ θαῦμα, φιλοχωροῦσι γὰρ ἐκεῖ πολλῷ πλέον οἱ δαίμονες ὑπὸ τοῦ Κυρίου ἐν ταῖς ἐρήμοις, καὶ ἐν τῇ ἀβύσσῳ ἐξορισθέντες πρὸς σωτηρίαν ἡμῶν.
61. Πολεμοῦσιν ἡσυχαστῇ χαλεπῶς οἱ τῆς πορνείας δαίμονες· ἵνα ὡς μηδὲν ὠφελούμενον ἐκ τῆς ἐρήμου πρὸς τὸν κόσμον διώξωσιν· ἀναχωροῦσιν ἐξ ἡμῶν ἐν τῷ κόσμῳ διαγόντων, ἵνα ὡς μὴ πολεμούμενοι τοῖς κοσμικοῖς συναπομείνωμεν.
62. Ὅπου πολεμούμεθα, ἐκεῖ πάντως τῷ ἐχθρῷ χαλεπῶς πολεμοῦμεν. Μὴ πολεμούμενος γὰρ ἐξ ἡμῶν, φίλος ἐχθρῶν καὶ αὐτὸς εὑρίσκεται.
63. Σκεπόμεθα τῇ χειρὶ τοῦ Κυρίου ἐν τῷ κόσμῳ κατά τινα χρείαν διάγοντες, ἴσως ἐξ εὐχῆς τοῦ πατρὸς πολλάκις, ἵνα μὴ καὶ ὁ Κύριος βλασφημηθῇ δι᾿ ἡμᾶς· ἐστι δὲ ὅτε καὶ ἐξ ἀναλγησίας, καὶ τοῦ ἐν πολλῇ πείρᾳ, καὶ κόρῳ, τῶν θεωμένων, καὶ λαλουμένων προϋπάρχειν· ἢ καὶ τῶν δαιμόνων ὑποχωρούντων ἑκουσίως, καὶ καταλιμπανόντων ἡμῖν τὸν τῆς οἰήσεως δαίμονα τὸν τόπον πάντων ἀναπληροῦντα.
64. Ἀκούσατε τοῦ ἀπατεῶνος τούτου μηχανὴν καὶ πανουργίαν, πάντες οἱ ἁγνείαν ἐξασκεῖν προαιρούμενοι, καὶ φυλάξασθε. Διηγήσατό μοί τις τῶν ἐν πείρᾳ τοῦ δόλου γεγονότων, ὡς πλειστάκις ὁ τῶν σωμάτων δαίμων ὑποστέλλει ἑαυτὸν εἰς τέλος, εὐλάβειαν ἀκροτάτην τῷ μοναχῷ ὑποτιθέμενος, καὶ δακρύων ἴσως πηγὴν κατὰ τὸν καιρὸν ἡνίκα γυναιξὶ συγκάθηται, ἢ διαλέγεται περὶ μνήμης τε θανάτου, καὶ κρίσεως, καὶ σωφροσύνης, αὐτὸν ταύτας νουθετεῖν ὑποβάλλων, ἵνα διὰ τοῦ λόγου, καὶ τῆς ἐπιπλάστου εὐλαβείας προσδράμωσιν ὡς ποιμένι τῷ λύκῳ αἱ ἄθλιαι, καὶ συνηθείας, καὶ παῤῥησίας λοιπὸν γενομένης, τότε τὸ πτῶμα ὁ πανάθλιος ὑποστήσεται.
65. Φεύγοντες φεύγωμεν τοῦ μὴ βλέπειν, μηδὲ ἀκούειν καρποῦ οὗ μὴ γεύσασθαι λοιπὸν συνεταξάμεθα. Θαυμάζω γὰρ [ὅτι] τοῦ Δαυῒδ τοῦ προφήτου ἰσχυροτέρους ἑαυτοὺς λογιζόμεθα, ὅπερ ἀμήχανον.
66. Οὕτως ὑψηλὸν καὶ μέγα τὸ τῆς ἁγνείας ἐγκώμιον, ὡς τολμῆσαί τινας τῶν Πατέρων ἀπάθειαν αὐτὴν προσαγορεῦσαι.
67. Τινές φασιν ἀμήχανον λοιπὸν μετὰ γεῦσιν ἁμαρτίας, ἁγνὸν ὀνομάζεσθαι. Ἐγὼ δὲ αὐτοὺς ἀνατρέπων ἔφασκον· δυνατὸν καὶ ῥᾴδιον τῷ βουλομένῳ ἀγριέλαιον εἰς καλλιέλαιον μετεγκεντρίσαι. Εἰ μὲν παρθένῳ τῷ σώματι αἱ κλεῖς τῶν ἄνω ἐπιστεύθησαν, δίκαια ἴσως οἱ προλεχθέντες ἐδογμάτιζον· αἰσχυνέτω (896.) αὐτοὺς ὁ πενθερὰν κτησάμενος, καὶ ἁγνὸς γενόμενος, καὶ τὰς κλεῖς τῆς βασιλείας ἐπιφερόμενος. Πολύμορφος ὁ τῶν σωμάτων ὄφις· τοῖς μὲν ἀπείροις ἐνσπείρων τὸ ἐν πείρᾳ, καὶ γενέσθαι, καὶ παύσασθαι τοῖς δὲ ἐμπείροις ἐκ τῆς μνήμης πρὸς τὴν πεῖραν αὖθις προτρέπεται ὁ δείλαιος [δόλιος]. Πολλοὶ τῶν προτέρων ἐκ τῆς τοῦ κακοῦ ἀγνωσίας ἀπολέμητοι ὑπάρχουσι. Τῶν δὲ δευτέρων ὡς ἐν πείρᾳ τοῦ μύσους τούτου γεγονότες, ὀχλήσεις λοιπόν, καὶ πολέμους ὑφίστανται πλὴν καὶ τοὐναντίον πολλάκις ἐστίν.
69. Ὅτε ἐκ τῶν ὕπνων ἀγαθοὶ καὶ εἰρηνικοί τινες ἀνιστάμεθα, ὑπὸ ἁγίων ἀγγέλων τοῦτο λεληθότως ὑπομένομεν, καὶ μάλιστα ὅταν μετὰ πολλῆς εὐχῆς καὶ νήψεως κοιμηθέντες τυγχάνωμεν· ἔστι δὲ ὅτε [καὶ ἔστιν ὅτε, σκυθρωποὶ] καὶ οὐκ ἀγαθοὶ τῶν ὕπνων ἀνιστάμεθα, ὑπὸ πονηρῶν ἐνυπνίων τοῦτο [al. ἔστι δ᾿ ὅτε οὐκ ἀγαθοὶ, ἀλλὰ πικροί τινες τῶν ὕπνων ἀνιστάμεθα ὑπὸ πονηρῶν ἐνυπνίων, καὶ θεαμάτων τοῦτο] παθόντες [al. πάσχοντες].
70. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον, καὶ ταρασσόμενον, καὶ μαινόμενον ἐν ἐμοὶ, ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον δι᾿ ἐγκρατείας· καὶ ἰδοὺ οὐκ ἦν ὡς τὸ πρὶν ὁ θυμὸς αὐτοῦ· καὶ ἐζήτησα αὐτὸν ταπεινώσας μου τὸν λογισμόν, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ὁ τόπος αὐτοῦ, ἢ τὸ ἴχνος αὐτοῦ.
71. Ὅστις σῶμα ἐνίκησεν, οὗτος φύσιν ἐνίκησεν· ὁ δὲ τὴν φύσιν νικήσας, πάντως ὑπὲρ φύσιν ἐγένετο· ὁ δὲ οὗτος γενόμενος ἠλαττώθη βραχύ τι παρ᾿ ἀγγέλοις, ἵνα μὴ εἴπω, οὐδέν.
72. Οὐ θαῦμα τῷ ἀΰλῳ τὸν ἄϋλον μάχεσθαι· θαῦμα δὲ, ὄντως θαῦμα, τὸ ἔνυλον κατὰ τῆς ἐχθρᾶς ταύτης καὶ ἐπιβούλου ὕλης τοὺς ἀΰλους ἐχθροὺς τροπώσασθαι.
73. Πολλὴν περὶ ἡμᾶς ὁ ἀγαθὸς Κύριος ποιούμενος καὶ ἐν τούτῳ τὴν ἐπιμέλειαν, τὴν τοῦ θήλεος ἀναισχυντίαν, ὥσπερ χαλινῷ τινι τῇ αἰδοῖ ἐπεστόμισεν. Εἰ γὰρ ἐκεῖνο πρὸς τὸ ἄῤῥεν ηὐτομόλει, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.
74. Ἄλλο προσβολὴ, καὶ ἄλλο συνδυασμὸς, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο αἰχμαλωσία, καὶ ἕτερον πάλη, καὶ ἄλλο τὸ λεγόμενον πάθος ἐπὶ τῆς ψυχῆς, παρὰ τοῖς τῶν πατέρων διακριτικοῖς εἶναι ὁρίζεται. Προσβολὴν μὲν γὰρ οἱ μακάριοι εἶναι ὁρίζονται λόγον ψιλόν, ἢ εἰκόνα τοῦ τυχόντος νεοφανῶς ἐν τῇ καρδίᾳ ἐμφερομένην· συνδυασμὸν δὲ, τὸ συλλαλῆσαι τῷ φανέντι μετὰ πάθους, ἢ ἀπαθῶς· συγκατάθεσιν δὲ νεῦσιν ἐνήδονον τῆς ψυχῆς πρὸς τὸ ὀφθὲν γινομένην· αἰχμαλωσίαν δὲ βιαίαν καὶ ἀκούσιον τῆς καρδίας ἀπαγωγὴν, ἢ ἐπίμονον καὶ τῆς ἀρίστης ἡμῶν καταστάσεως ἀφανιστικὴν συνουσίαν πρὸς τὸ τυχόν. Πάλην δὲ ὁρίζονται εἶναι ἰσοσθενῆ πρὸς τὸν μαχόμενον δύναμιν, ἑκουσίως ἢ νικῶσαν, ἢ τὴν ἧτταν ὑπομένου( 897.) σαν· πάθος δὲ κυρίως εἶναι λέγουσιν τὸ χρόνῳ μακρῷ ἐν τῇ ψυχῇ ἐμπαθῶς ἐμφωλεῦον, καὶ ὥσπερ εἰς ἕξιν αὐτὴν λοιπὸν ἐν τῇ πρὸς αὐτὸ συνηθείᾳ ἀγαγόν, καὶ αὐθαιρέτως λοιπὸν ἐν αὐτῷ καὶ οἰκείως αὐτομολοῦσαν.
Τούτων πάντων τὸ μὲν πρῶτον ἀναμάρτητον, τὸ δὲ δεύτερον οὐ πάντως, τὸ δὲ τρίτον πρὸς τὴν τοῦ ἀγωνιζομένου κατάστασιν· ἡ δὲ πάλη ἣ στεφάνων, ἢ τιμωριῶν αἴτιος. Ἡ γὰρ αἰχμαλωσία ἑτέρως ἐν καιρῷ προσευχῆς, καὶ ἑτέρως ἐν ἑτέρῳ καιρῷ, καὶ ἄλλως ἐπὶ μέσοις, καὶ ἄλλως ἐπὶ πονηροῖς ἐνθυμήμασι κρίνεται· τὸ δὲ πάθος ἀναμφιβόλως ἐν πᾶσιν, ἢ ἀντιζύγῳ μετανοίᾳ, ἢ τῇ μελλούσῃ κολάσει ὑπόκειται· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, πάντα τὰ ἔσχατα ὑφ᾿ ἓν περιέκοψεν.
75. Ἔστι παρὰ τοῖς ἀκριβεστάτοις τῶν γνωστικῶν Πατέρων, καὶ ἑτέρα τις τούτων λεπτοτέρα ἔννοια, ὅπερ παραῤῥιπισμὸν νοός τινες ὀνομάζεσθαι λέγουσιν, ὅστις χρόνου χωρὶς, καὶ λόγου καὶ εἰκόνος ὀξυτέρως τὸ πάθος τῷ πάσχοντι σημαίνειν πέφυκε. Θᾶττον οὐδὲν τοῦ [ἐπὶ] τῶν σωμάτων, ὀξύτερον ἢ ἀφανέστερον ἐν πνεύμασιν εἶναι πέφυκε, μνήμῃ ψιλῇ καὶ ἀσυνδιάστῳ, ἀχρόνῳ τε καὶ ἀφράστῳ [al. ἀφθάρτῳ], παρά τισι δὲ καὶ ἀγνώστῳ τὴν ἑαυτοῦ ἐν τῇ ψυχῇ παρουσίαν ποιοῦντος [ἐμφαῖνον, al. ποιοῦν]. Εἴ τις τοίνυν τὴν τοιαύτην αὐτοῦ λεπτότητα διὰ πένθους καταλαβεῖν ἠδυνήθη, οὗτος ἡμᾶς διδάξαι δύναται, πῶς τέ ἐστι καὶ ὀφθαλμῷ μόνῳ, ψιλῇ τε θέᾳ καὶ ἁφῇ χειρὸς, καὶ μέλους ἀκροάσει ἐκτὸς πάσης ἐννοίας, καὶ λογισμοῦ πορνεύων ψυχὴν ἐμπαθῶς.
76. Τινές φασιν ἐκ τῶνλογισμῶν τῆς καρδίας τὸ σῶμα εἰς πάθη ἔρχεσθαι· τινὲς δὲ πάλιν τὸ ἔμπαλιν, ἐκ τῶν τοῦ σώματος αἰσθήσεων τοὺς πονηροὺς ἀποτίκτεσθαι λογισμούς· καὶ οἱ μὲν πρότεροί φασιν, ἐὰν μὴ ὁ νοῦς προδράμῃ, οὐκ ἂν τὸ σῶμα ἐπακολουθήσειν· οἱ δὲ δεύτεροι τὴν τοῦ σωματικοῦ πάθους κακουργίαν εἰς οἰκείαν συνηγορίαν φέρουσι λέγοντες· Πολλάκις ἐξ ἡδίστης ὄψεως ἢ χειρὸς ἁφῆς, ἢ εὐώδους ὀσφρήσεως, ἢ ἀκοῆς ἡδυφωνίας οἱ λογισμοὶ ἐν τῇ καρδίᾳ τὴν εἴσοδον λαμβάνουσιν. Περὶ τούτων ὁ δυνάμενος ἐν Κυρίῳ διδάξει. Πάνυ γὰρ τὰ τοιαῦτα τοῖς διὰ γνώσεως τὴν πρακτικὴν μετερχομένοις ἀναγκαῖα καὶ ὠφέλιμα. Τοῖς γὰρ ἐν ἁπλότητι καρδίας ἐργάταις τούτων λόγος οὐδείς·
οὐ γὰρ πάντων ἡ γνῶσις, οὐδὲ πάντων ἡ μακαρία ἁπλότης. ὁ θώραξ πρὸς τοὺς τῶν πονηρῶν δόλους·
77. ἔνια μὲν τῶν παθῶν ἐκ τῶν ἐντὸς ἐπὶ τὸ σῶμα προέρχονται· τινὰ δὲ πάλιν τὸ ἔμπαλιν καὶ ἐν τοῖς μὲν ἐν κόσμῳ τὸ δεύτερον· ἐν δὲ τοῖς μονήρη βίον μετιοῦσι τὸ πρότερον διὰ τὴν τῶν ὑλῶν ἀπορίαν. Ἐγὼ δὲ περὶ τούτου ἐκεῖνο λέγω· Ζητήσεις παρὰ κακοῖς σύνεσιν, καὶ οὐχ εὑρήσεις.
78. Ὅταν πολλὰ πρὸς (900.) τὸν τῆς πηλοῦ σύζυγον δαίμονα ἀγωνισάμενοι, τοῦτον ἐκ τῆς ἡμετέρας καρδίας διὰ λίθων νηστείας, καὶ ξίφους ταπεινώσεως βασανίσαντες ἐξελάσωμεν, τότε λοιπὸν ἐν τῷ σώματι ὥσπερ σκώληξ τις ἐγκαθήμενος εἰς ἀλόγους τινὰς κινήσεις καὶ ἀκαίρους ἡμᾶς γαργαλίζων ὁ δείλαιος μολύνειν βιάζεται.
79. Τοῦτο δὲ μάλιστα πάσχειν εἰώθασι οἱ τῷ τῆς κενοδοξίας δαίμονι πειθόμενοι, διότι ἐν καρδίᾳ μηκέτι λογισμοὺς πορνικοὺς συνεχῶς λογιζόμενοι, τῇ κενοδοξίᾳ προσεπέλασεν. Καὶ ὅτι τὸ εἰρημένον ἀψευδὲς, ὁπόταν ἡσυχίας τινὸς οὗτοι ἐπιλάβωνται, νουνεχῶς ἑαυτοὺς ἀνακρινάτωσαν· καὶ πάντως εὑρίσκουσι λογισμόν τινα κατὰ βάθους τῆς καρδίας αὐτῶν, ὥσπερ τινὰ ὄφιν ἐν κόπρῳ κρυπτόμενον, καὶ ἐξ οἰκείας σπουδῆς καὶ προθυμίας τὸ κατόρθωμα τὸ τῆς καρδιακῆς ποσῶς ἁγνείας κατορθωκότας [al. κατορθωκέναι]ὑποτιθέμενον, μὴ νοοῦντες οἱ τάλανες τό· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες δωρεάν, ἢ ἐκ Θεοῦ, ἢ ἐξ ἑτέρων συνεργίας καὶ εὐχῆς;
Σκοπείτωσαν τοίνυν, καὶ πάσῃ σπουδῇ τὸν προειρημένον ὄφιν τῆς ἑαυτῶν καρδίας διὰ ταπεινοφροσύνης πολλῆς νεκρώσαντες ἀποπεμπέσθωσαν, ὅπως τούτου ἀπαλλοτριωθέντες, δυνήσωνται ἴσως ποτὲ καὶ οὗτοι τοὺς δερματίνους χιτῶνας ἐκδύσασθαι, καὶ τὸν ἐπινίκιον τῆς ἁγνείας, εἴς ποτε τὰ ἁγνὰ νήπια, ὕμνον τῷ Κυρίῳ ᾆσαι· εἴπερ ἐκδυσάμενοι οὐ γυμνοὶ τῆς ἐκείνων ἀκακίας καὶ ταπεινώσεως φυσικῆς εὑρεθήσονται.
80. Ἐπιτηρεῖ καὶ αὐτὸς οὗτος ὁ δαίμων, καὶ πολλῷ πλέον τῶν ἄλλων τοὺς καιροὺς, ὅταν μάλιστα οὐ δυνάμεθα σωματικῶς κατ᾿ αὐτοῦ εὔξασθαι· καὶ τότε πολεμεῖν ἡμᾶς δοκιμάζει ὁ ἀνόσιος.
81. Συνέρχεται τοῖς μήπω κεκτημένοις προσευχὴν καρδίας ἀληθῆ ὁ ἐν τῇ σωματικῇ εὐχῇ σκυλμὸς, λέγω δὴ, ἔκτασις χειρῶν, στήθους τύψις, εἰς οὐρανοὺς εἰλικρινὴς ἀνάβλεψις, στεναγμῶν θόρυβος, γονάτων συνεχὴς κλίσις, ἄπερ ποιεῖν διὰ τοὺς παρόντας οὐ δύναται πολλάκις. Διόπερ τότε πολεμεῖν οἱ δαίμονες δοκιμάζουσιν· οἱ δὲ μὴ ἰσχύοντες ἀκμὴν τῇ τοῦ νοὸς ἐμβριθείᾳ, καὶ ἀοράτῳ δυνάμει προσευχῆς ἀνθίστασθαι ἐξ ἀνάγκης ἴσως ὑποχαλῶσι τοῖς πολεμοῦσιν αὐτούς·ἀποπήδησον, εἰ δυνατόν, συντόμως, ἀποκρύβητι μικρὸν ἀγνώστως· ἀνάνευσον ὄμματι, εἰ δυνατὸν ψυχικῷ· εἰ δὲ μὴ, κἂν ἐξωτικῷ· σταύρωσον χεῖρας ἀκινήτως, ἵνα δὴ διὰ τοῦ τύπου τὸν Ἀμαλὴκ αἰσχύνῃς καὶ νικήσῃς· βόησον πρὸς τὸν δυνάμενον σῶσαι, μὴ ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ᾿ ἐν ταπεινοῖς φθέγμασι πρὸ πάντων· Ἐλέησόν με, ὅτι ἀσθενής εἰμι, προοιμιαζόμενος. Τότε πειρασθήσῃ Ὑψίστου δυνάμεως· καὶ ἀοράτως ἀοράτους διώξεις δι᾿ ἀοράτου βοηθείας. Ὁ οὕτως σεσυνηθικὼς πολεμεῖν, ταχέως καὶ τῇ ψυχῇ μόνῃ τοὺς ἐχθροὺς ἐκδιώκειν ἄρξεται· ἀντίδωρον γὰρ τοῦ προτέρου τὸ δεύτερον παρὰ Θεοῦ τοῖς ἐργάταις, καὶ δικαίως.
82. (901.) Ἐν συναθροίσει που εὑρεθεὶς, ἐπεσημηνάμην σπουδαῖον ἀδελφὸν ὑπὸ πονηρῶν λογισμῶν ὀχληθέντα· καὶ τόπου ἁρμοδίου μὴ εὑρεθέντος εἰς ἀπόκρυφον προσευχῆς, εἰς τὴν τῆς γαστρὸς χρείαν εἰσπεπηδηκὼς ὡς ὑπ᾿ αὐτῆς νενυγμένος, εὐτόνῳ εὐχῇ κατὰ τῶν πολεμίων ἐχρήσατο· ἐμοῦ δὲ ἐπὶ τῇ τοῦ τόπου ἀνοικειότητι αὐτὸν ἐπιμεμψαμένου, Ὑπὲρ ἀκαθάρτων, φησὶν, λογισμῶν διώξεως ἐν ἀκαθάρτῳ τόπῳ προσηυξάμην καθαρισθῆναι ῥύπου.
83. Πάντες μὲν οἱ δαίμονες σκοτοῦν τὸν νοῦν δοκιμάζουσιν· ἶθ᾿ οὕτως, τὰ αὐτοῖς φίλα ὑποβάλλουσιν. Εἰ μὴ γὰρ ἐκεῖνος καμμύσει, οὐ συληθήσεται ὁ θησαυρός. Ὁ δὲ τῆς πορνείας πολλῷ πλέον πάντων. Οὗτος πολλάκις τὸν ἡγεμόνα νοῦν συλλήσας, καὶ ἐπὶ ἀνθρώπων ποιεῖν προτρέπεται, καὶ παρασκευάζει, ἅπερ οἱ ἐξεστηκότες μόνοι ἐργάζονται. Ὅθεν μετὰ καιρὸν τοῦ νοὸς ἐκνήφοντος οὐ μόνον τοὺς θεασαμένους, ἀλλὰ καὶ ἑαυτοὺς ἐπὶ ταῖς ἑαυτῶν ἀσέμνοις πράξεσι, καὶ ὁμιλίαις ἢ σχήμασιν αἰσχυνόμεθα, καὶ τὴν πρώτην ἡμῶν πώρωσιν ἐκθαμβούμεθα. Τοίνυν τινὲς πολλάκις ἐκ τῆς τοιαύτης διακρίσεως τοῦ κακοῦ ἐπαύσαντο.
84. Ἀποστρέφου τὸν πολέμιον τὸν μετὰ τὴν πρᾶξιν προσεύχεσθαί σε, ἢ θεοσεβεῖν, ἢ ἀγρυπνεῖν ἀνακόπτοντα· μνημονεύων τοῦ εἰπόντος· Διὰ τὸ τοὺς κόπους μοι παρέχειν τὴν ὑπὸ τῶν προλήψεων τυραννουμένην ψυχὴν, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς ἐκ τῶν ἐχθρῶν αὐτῆς.
85. Τίς σῶμα ἐνίκησεν; Ὅστις καρδίαν συνέτριψεν. Τίς δὲ καρδίαν συνέτριψεν; Ὃς ἑαυτὸν ἠρνήσατο. Πῶς γὰρ οὐ συνετρίβη, ὃς θελήματι τέθνηκεν;
86. Ἔστιν ἐμπαθὴς ἐμπαθοῦς ἐμπαθέστερος, καὶ αὐτὴν τὴν τῶν ἑαυτοῦ μολυσμῶν ἐξαγόρευσιν μετὰ ἡδυπαθείας ἐνηδόνως ποιούμενος.
87. Οἱ ἐν καρδίᾳ ἀκάθαρτοι καὶ αἰσχροὶ λόγοι ἐκ τοῦ ἀπατεῶνος τῆς καρδίας τοῦ τῆς πορνείας δαίμονος πεφύκασι τίκτεσθαι·
88. οὒς ἰᾶται ἐγκράτεια καὶ τὸ τούτους εἰς οὐδὲν ὅλως λογίζεσθαι· ποίῳ δὲ ἐγὼ ἤθει καὶ τρόπῳ τὸν ἐμὸν τοῦτον φίλον δήσας κατὰ τὴν ἀκολουθίαν τῶν λοιπῶν δικάσω, οὐκ ἐπίσταμαι· πρὶν γὰρ δήσω, λύεται· καὶ πρὶν δικάσω, διαλλάσσομαι· καὶ πρὶν τιμωρήσω, κατακάμπτομαι. Πῶς μισήσω ὃν φύσει ἀγαπᾷν πέφυκα; Πῶς ἐλευθερωθῶ ᾧ εἰς αἰῶνας συνδέδεμαι; Πῶς καταργήσω τὸ καὶ σὺν ἐμοὶ ἀνιστάμενον; Πῶς δείξω ἄφθαρτον τὸ φθαρτὴν εἰληφὸς φύσιν; Τί εὔλογον εἴπω τῷ τὰ εὔλογα κεκτημένῳ διὰ τῆς φύσεως;
Ἂν δήσω νηστείᾳ τοῦτον, κατακρίνας τὸν πλησίον, αὐτῷ πάλιν παραδίδομαι. Ἂν τὸ κρίνειν παύσας τοῦτον νικήσω, ὑψωθεὶς τῇ καρδίᾳ κατηνέχθην ἐντούτῳ. Καὶ γὰρ καὶ σύνεργός ἐστι καὶ πολέμιος, καὶ βοηθὸς καὶ ἀντίδικος, καὶ ἀντιλήπτωρ καὶ ἐπίβουλος· θεραπευόμενος πολεμεῖ, καὶ τηκόμενος ἀτονεῖ, ἀναπαυόμενος ἀτακτεῖ, καὶ σαινόμενος οὐ φέρει· ἂν λυπήσω, ὅλως κινδυνεύσω· ἂν πλήξω, οὐκ ἔχω διὰ τίνος τὰς ἀρετὰς κτήσομαι· τὸν αὐτὸν καὶ (904.) ἀποστρέφομαι καὶ περιπτύσσομαι. Τί τὸ περὶ ἐμὲ μυστήριον; Τίς ὁ λόγος τῆς ἐμῆς συγκράσεως; Πῶς ἑαυτῷ ἐχθρὸς καὶ φίλος καθέστηκα;
Λέγε μοι σύ, λέγε μοι, ὦ ἡ ἐμὴ σύζυγος, ὦ ἡ ἐμὴ φύσις· οὐ γὰρ παρ᾿ ἄλλου μαθεῖν περὶ σοῦ δεήσομαι· πῶς ἐκ σοῦ μείνω ἄτρωτος; πῶς δυνηθῶ τὸν φυσικὸν ἐκφυγεῖν κίνδυνον, ἐπειδὴ λοιπὸν ἐχθραίνειν πρός σε Χριστῷ συντέταγμαι; Πῶς σου τὴν τυραννίδα νικήσω, ἐπειδὴ βιαστής σου γενέσθαι προῄρηται;
Ἡ δὲ πρὸς τὴν ἑαυτῆς ψυχὴν ἀποκρινομένη ἔλεγεν· Οὐ μή σοι μέντοι φράσω, ὃ καὶ σὺ οὐκ ἐπίστασαι, ἀλλ᾿ ὃ ἅμα τῇ γνώσει κατέχομεν. Ἐγὼ ἐν ἐμοὶ ἀγάπησιν πατέρα ἔχω, τῆς μὲν ἔξωθεν πυρώσεως τὴν ἐμὴν θεραπείαν καὶ καθολικῶς ἄνεσιν, τῆς δὲ ἔσωθεν κινήσεως ἐκ προλαβούσης ἀνέσεως, καὶ γεγονότων πράξεων.
Ἐγὼ συλλαβοῦσα τίκτω πτώματα· ἐκεῖνα δὲ τεχθέντα πάλιν θάνατον δι᾿ ἀπογνώσεως τίκτουσιν· ἂν γνῷς τὴν ἐμὴν καὶ σὴν ἐναργῆ καὶ βαθεῖαν ἀσθένειαν, ἔδησάς μου τὰς χεῖρας· ἂν τὸν λαιμὸν βασανίσῃς, ἔδησάς μοι τοὺς πόδας τοῦ μὴ πόῤῥω βαδίζειν·
ἂν ζευχθῇς ὑπακοῇ, ἐμοῦ ἀπεζεύχθης· ἂν κτήσῃ ταπείνωσιν, ἐμοῦ τὴν κεφαλὴν ἀπέκοψας.
Πεντεκαιδέκατον ἔπαθλον, ὁ ἐν σαρκὶ ὢν, καὶ τοῦτο εἰληφὼς ἀπέθανε, καὶ ἀνέστη· καὶ τῆς μελλούσης ἀφθαρσίας τὸ προοίμιον ἤδη ἀπ᾿ ἐντεῦθεν ἐγνώρισεν.

(Διὰ τὴν ἄφθαρτον ἁγνείαν καὶ σωφροσύνην,
τὴν ὁποία κατακτοῦν φθαρτοὶ ἄνθρωποι διὰ καμάτων καὶ ἱδρώτων)

1. Ἀκούσαμε τὴν μαινάδα, δηλαδὴ τὴν γαστριμαργία, ποὺ μόλις πρὸ ὀλίγου μᾶς ἀνέφερε ὅτι ἰδικός της ἀπόγονος εἶναι ὁ σαρκικὸς πόλεμος. Διότι μᾶς τὸ διδάσκει αὐτὸ καὶ ὁ παλαιὸς ἐκεῖνος προπάτωρ, ὁ Ἀδάμ, ὁ ὁποῖος ἐὰν δὲν εἶχε νικηθῆ ἀπὸ τὴν κοιλία, δὲν θὰ ἐρχόταν σὲ σαρκικὴ σχέσι μὲ τὴν σύζυγό του. Ὅσοι λοιπὸν τηροῦν τὴν πρώτη ἐντολή, δὲν πέφτουν στὴν δεύτερη παράβασι. Καὶ παραμένουν βεβαίως υἱοὶ τοῦ Ἀδάμ, χωρὶς ὅμως νὰ δοκιμάσουν καὶ νὰ γνωρίσουν τὴν πτῶσι τοῦ Ἀδάμ, σὲ μία κατάστασι ὀλίγο κατωτέρα ἀπὸ τοὺς Ἀγγέλους. Καὶ τοῦτο, γιὰ νὰ μὴ γίνη τὸ κακὸ ἀθάνατο, ὅπως λέγει ὁ Ἅγιος ποὺ ὀνομάζεται Θεολόγος (1).
ΑΓΝΕΙΑ σημαίνει ἀπόκτησις τῆς ἀσωμάτου φύσεως. Ἁγνεία σημαίνει ζηλευτὸς οἶκος τοῦ Χριστοῦ καὶ ἐπίγειος οὐρανὸς τῆς καρδιᾶς. Ἁγνεία σημαίνει ὑπερφυσικὴ ἀπάρνησις τῆς ἀνθρωπίνης φύσεως, μία ἀληθινὰ παράδοξη ἅμιλλα σώματος θνητοῦ καὶ φθαρτοῦ πρὸς τοὺς ἀσωμάτους ἀγγέλους. Ἁγνὸς εἶναι ἐκεῖνος ποὺ μὲ τὸν ἕνα ἔρωτα ἀπέκρουσε τὸν ἄλλο ἔρωτα, καὶ ἔσβησε τὸ ὑλικὸ μὲ τὸ ἄϋλο πῦρ.
3. Σωφροσύνη σημαίνει γενικὴ ὀνομασία ὅλων τῶν ἀρετῶν. Σώφρων εἶναι ἐκεῖνος ποὺ καὶ κατὰ τὸν ὕπνο δὲν αἰσθάνεται καμμία σαρκικὴ κίνησι ἢ ἀλλοίωσι τῆς καταστάσεώς του. Σώφρων εἶναι ἐκεῖνος ποὺ ἀπέκτησε τελεία ἀναισθησία ὡς πρὸς τὴν διαφορὰ τοῦ φύλου. Αὐτὸς εἶναι ὁ κανὼν καὶ ὁ ὅρος τῆς τελείας καὶ πανάγνου ἁγνείας, τὸ νὰ συμπεριφέρεται κανεὶς παρόμοια καὶ πρὸς τὰ ἔμψυχα καὶ πρὸς τὰ ἄψυχα σώματα, καὶ πρὸς τὰ λογικὰ καὶ πρὸς τὰ ἄλογα.
4. Κανεὶς ἀπὸ ὅσους ἤσκησαν τὴν ἁγνεία ἂς μὴ θεωρῆ δικό του κατόρθωμα τὴν ἀπόκτησί της. Διότι τὸ νὰ νικήση κανεὶς τὴν φύσι του εἶναι ἀπὸ τὰ ἀνέλπιστα. Ὅπου πραγματοποιήθηκε ἥττα τῆς φύσεως, ἐκεῖ φανερώθηκε ἡ παρουσία τοῦ ὑπερφυσικοῦ. Διότι χωρὶς καμμία ἀντιλογία τὸ κατώτερο καταργεῖται ἀπὸ τὸ ἀνώτερο. Ἡ ἀρχὴ τῆς ἁγνείας εἶναι ἡ μὴ συγκατάθεσις στοὺς σαρκικοὺς λογισμούς, καθὼς καὶ οἱ ἀραιὲς καθ᾿ ὕπνον ρεύσεις χωρὶς αἰσχρὰ ὄνειρα.

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΤΕΤΑΡΤΟΣ Περὶ γαστριμαργίας


Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρός.

1. (864.) Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ᾿ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος.
2. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις· κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει.
3. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργὸς, ἡδυτήτων πηγή·
4. κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε· καὶ ταύτην ἀποσφάξας, ἑτέρᾳ ἡττήθης.
5. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη· μέτρια δεχομένη τάδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη· κόρος βρωμάτων, πορνείας πατήρ·
6. θλίψις δὲ κοιλίας, ἁγνείας πρόξενος.
7. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε· σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε.
8. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ· μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ· πρὸ χρόνου τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει· ὁ δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει.
9. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται· καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται· ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἴνου καταλύειν [al. οἴνου λύσιν]ἐσκέψατο· καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο.
10. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργίᾳ, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται· ἡ μὲν καταλύειν βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται· σοφὸς μοναχὸς ἀμφοτέρων (865.) ἐκφεύξεται, ἐν οἰκείῳ καιρῷ τῇ ἑτέρᾳ τὴν ἑτέραν ἀποσειόμενος.
11. Τῆς μὲν σαρκὸς σφρυγώσης, ἐν παντὶ καιρῷ καὶ τόπῳ ταύτην τιμωρήσωμεν· ταύτης δὲ ἡρεμούσης, ὅπερ πρὸ τάφου οὐ πείθομαι, τὴν ἑαυτῶν ἐργασίαν ἀποκρύψομεν.
12. Εἶδον πρεσβύτας ἱερεῖς ὑπὸ δαιμόνων ἐμπαιζομένους· καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς νέοις ἐν συμποσίοις, τοῦ οἵνου καὶ τῶν λοιπῶν μετ᾿ εὐλογίας λύοντας. Εἰ μὲν ἐν Κυρίῳ μεμαρτυρημένοι ὑπάρχουσι, μετρίως λύσωμεν· εἰ δὲ ἀμελεῖς, μηδὲν περὶ τῆς ἑαυτῶν εὐλογίας φροντίσωμεν· καὶ μάλιστα εἴπερ τῷ πυρὶ μαχόμενοι τυγχάνομεν.
13. Ἐδόκησεν ὁ θεήλατος Εὐάγριος τῶν σοφῶν σοφώτερος τῇ τε προφορᾷ καὶ τοῖς νοήμασι γενέσθαι· ἀλλ᾿ ἐψεύσθη ὁ δείλαιος, τῶν ἀφρόνων φανεὶς ἀφρονέστερος· ἐν πολλοῖς μὲν πλὴν καὶ ἐν τούτῳ· φησὶ γάρ· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι· ὅμοιον δέ τι προστέταχε τῷ εἰπόντι τῷ παιδὶ ἐν [al. τῷ]ἑνὶ βήματι πᾶσαν ἀνελθεῖν τὴν κλίμακα· τοίνυν ἀποτρέποντες αὐτοῦ τὸν ὅρον, ἡμεῖς φήσομεν· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, φύσεως ἴδιον ἐπιζητεῖ· διὸ μηχανῇ πρὸς τὴν παμμήχανον χρησόμεθα· εἴπερ μὴ, βαρύτατος παρέστη [al. πάρεστι] πόλεμος ἢ πτώματος εὐθύναι. Περικόψομεν τέως τὰ λιπαίνοντα· εἶτα τὰ ἐκκαίοντα, εἶθ᾿ οὕτως τὰ ἡδύνοντα·
14. εἰ δυνατὸν, δίδου τῇ σῇ κοιλίᾳ τροφὴν ἐμπιπλῶσαν καὶ εὔπεπτον· ἵνα διὰ μὲν τῆς πλησμονῆς τὴν ἄπληστον αὐτῆς γνώμην ἀποστήσωμεν· διὰ δὲ τῆς ταχείας διαπνεύσεως, τῆς πυρώσεως ὡς μάστιγος λυτρωθῶμεν. Ἐπισκεψώμεθα καὶ τὰ πλεῖστα τῶν πνευματούντων, καὶ κινοῦντα εὑρήσομεν.
15. Γέλα ἐπὶ τῷ δαίμονι τῷ μετὰ τὸ δεῖπνον ὑπερθεσίμους σε ποιεῖν ὑποτιθεμένῳ· τῆς γὰρ ἐννάτης τῇ ἑξῆς καταλαβούσης, ἠρνήσατο τὴν συνταγὴν τῆς προλαβούσης.
16. Ἄλλη ἡ τοῖς ἀνευθύνοις, καὶ ἑτέρα τοῖς ὑπευθύνοις, ἁρμόζουσα ἐγκράτεια· οἱ μὲν γὰρ τὴν τοῦ σώματος κίνησιν εἰς σημεῖον κέκτηνται· οἱ δὲ μέχρι θανάτου καὶ τέλους πρὸς τοῦτο ἀπαρακλήτως καὶ ἀδιαλήκτως διάκεινται· οἱ μὲν πρότεροι τὴν σύγκρασιν τοῦ νοὸς ἀεὶ φυλάττειν ἐθέλουσιν· οἱ δὲ δεύτεροι διὰ τῆς ψυχικῆς σκυθρωπότητος καὶ τήξεως τὸν Θεὸν ἐξευμενίζονται.
17. Καιρὸς εὐφροσύνης καὶ παρακλήσεως τῷ μὲν τελείῳ ἀμεριμνία ἐν πᾶσι· τῷ δὲ ἀγωνιστῇ καιρὸς πάλης· τῷ δὲ ἐμπαθεῖ ἑορτὴ ἑορτῶν, καὶ πανήγυρις πανηγύρεων.
18. Ἐνύπνια τροφῶν καὶ βρωμάτων ἐν καρδίᾳ γαστριμάργων· ἐνύπνια δὲ κολάσεων καὶ κρίσεως ἐν καρδίᾳ πενθούντων.
19. Κράτει κοιλίας, πρὶν αὐτὴ σοῦ κρατήσει· καὶ τότε μέλλεις μετ᾿ αἰσχύνης ἐγκρατεύεσθαι. Οἴδασι τὸ εἰρημένον οἱ τῷ ἀῤῥήτῳ περιπεσόντες βόθρῳ· εὐνοῦχοι δὲ ἄνδρες ἀπείραστοι τούτου.
20. Κοιλίαν περικόψωμεν ἐννοίᾳ πυρός· ταύτῃ γὰρ ὑπακούσαντές τινες, ἔσχατον τὰ μέλη ἑαυτῶν ἐξέκοψαν· καὶ διπλοῦν τεθνήκασι θάνατον. Ζητήσωμεν, καὶ πάντως εὑρήσομεν τὰ παρ᾿ ἡμῖν ναυάγια ταύτην μόνην ἐργαζομένην.
21. Νοῦς νηστευτοῦ προσεύχεται νηφόντως· (868.) ὁ δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται·
22. κοιλίας κόρος ἐξήρανε πηγάς· αὕτη δὲ ξηρανθεῖσα ἐγέννησεν ὕδατα.
23. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν.
24. Θλιβομένης κοιλίας ταπεινοῦται καρδία· θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός.
25. Ψηλάφα σεαυτὸν περὶ τὴν μέσην, καὶ περὶ τὴν ἐσχάτην ὥραν πρὸ τῆς βρώσεως· καὶ μαθήσῃ ἐξ αὐτοῦ τὴν τῆς νηστείας ὠφέλειαν. Σκιρτᾷ μὲν πρωΐας καὶ πελάζεται λογισμός· τῆς ἕκτης καταλαβούσης, μικρὸν ὑπεχάλασε, τῆς δὲ ἡλίου δύσεως εἰς τέλος ἐταπεινώθη.
26. Θλίβε κοιλίαν, καὶ πάντως κλείσεις καὶ στόμα· νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Πυκτεύων πύκτευε αὐτῇ [πρὸς αὐτὴν], καὶ νήφων νῆφε αὐτῇ· ἂν γὰρ μικρὸν πονήσῃς, εὐθέως καὶ ὁ Κύριος συνεργήσει.
27. Μαλασσόμενοι ἀσκοὶ ἐπιδιδοῦσι τῇ χωρήσει, περιφρονούμενοι δὲ οὐ τοσοῦτον δέχονται· ὁ καταναγκάζων γαστέρα αὐτοῦ, ἐπλάτυνεν ἔντερα· ὁ δὲ ἀγωνιζόμενος πρὸς αὐτὴν, συνέσφιγξε ταῦτα· τούτων δὲ συσφιγχθέντων, οὐ πολλὰ δέξονται· καὶ τότε λοιπὸν γινόμεθα φυσικῶς νηστεύοντες.
28. Δίψα δίψαν πολλάκις κατέπαυσε· πείνᾳ δὲ πεῖναν περικόψαι χαλεπὸν καὶ ἀμήχανον.
29. Ὁπόταν νικήσῃ σε, ἐν πόνοις δάμαζε αὐτήν· εἰ δὲ καὶ τοῦτο ἀδύνατον δι᾿ ἀσθένειαν, ἀγρυπνίᾳ πάλαισον πρὸς αὐτήν. Ὀφθαλμῶν βαρυνομένων ἐπιλαβοῦ ἐργοχείρου· ὕπνου δὲ μὴ παρόντος, μὴ ἅψει αὐτοῦ· ἀδύνατον γὰρ Θεῷ καὶ μαμμωνᾷ, τοῦτ᾿ ἔστι Θεῷ καὶ ἐργοχείρῳ, παραστῆσαι τὸν νοῦν.
30. Γίνωσκε, ὅτι περ πολλάκις ὁ δαίμων τῷ στομάχῳ καθέζεται, καὶ μὴ κορέννυσθαι τὸν ἄνθρωπον παρασκευάζει, κἂν πᾶσαν τὴν Αἴγυπτον φάγῃ καὶ τὸν Νεῖλον ποταμὸν πίῃ. Μετὰ τὴν τροφὴν ἀναχωρεῖ ὁ ἀνόσιος, καὶ τὸν τῆς πορνείας ἡμῖν ἀποστέλλει, ἀπαγγείλας αὐτῷ τὸ γενόμενον· κατάλαβε, λέγων, θορύβησον αὐτόν· τῆς κοιλίας γὰρ ἐμπεφορημένης κοπωθήσῃ· ἐλθὼν ἐμειδίασε, καὶ τῷ ὕπνῳ δήσας ἡμῶν χεῖρας καὶ πόδας, πάντα λοιπὸν ὅσα ἠθέλησεν, ἐποίησεν· τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν μολυσμοῖς, καὶ φαντασίαις, καὶ ἐκκρίσεσι καταμιάνας.
31. Θαῦμα ἰδέσθαι νοῦν ἀσώματον ὑπὸ σώματος μολυνόμενον καὶ σκοτούμενον· καὶ πάλιν διὰ πηλοῦ τὸ ἄϋλον ἀνακαθαιρόμενον καὶ λεπτυνόμενον.
32. Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν τῷ Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα· ταύτης γὰρ θεραπευομένης καὶ πλατυνομένης, τὰς συνθήκας ἠθέτησας. Ἐπίσκεψαι, καὶ ἀκούσεις τοῦ λέγοντος, Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας· καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Τί στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς.
33. Ἄρχων δαιμόνων, ὁ πεσὼν ἑωσφόρος· καὶ ἄρχων παθῶν ὁ λαιμὸς τῆς κολίας·
34. ἐν τραπέζῃ ἐδεσμάτων ἀνακλινόμενος, μνήμην θανάτου καὶ κρίσεως εἰς μέσον ἄγε· μόλις γὰρ, κἂν οὕτως μικρὸν πάθος ἐμποδίσῃς. Τὸ πόμα πίνων, τοῦ ὄξους καὶ τῆς χολῆς τοῦ (869.) σοῦ Δεσπότου μὴ παύσῃ ἐννοῶν· καὶ πάντως ἢ ἐγκρατεύσῃ, ἢ στενάξεις, ἢ καὶ ταπεινότερον ποιήσεις τὸ φρόνημα.
35. Μὴ πλανῶ, οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω Πάσχα θεάσῃ, ἂν οὐ πικρίδας καὶ ἄζυμα φάγῃς [γεύσῃς] διὰ παντός. Πικρίδες ἐστὶν ἡ τῆς νηστείας βία καὶ πόνος· ἄζυμα δὲ, τὸ μὴ φυσώμενον φρόνημα·
36. τῇ σῇ ἀναπνοῇ συγκολληθήτω ὁ λόγος τοῦ λέγοντος· Ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας παρενοχλεῖν μοι, ἐνεδυόμην σύκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον ψυχῆς μου ἐκεκόλλητο.
37. Νηστεία ἐστὶ βία φύσεως, καὶ περιτομὴ ἡδύτητος λάρυγγος, πυρώσεως ἐκτομὴ, πονηρῶν ἐννοιῶν ἐκκοπὴ, ἐνυπνιασμῶν ἐλευθερία, προσευχῆς καθαρότης· ψυχῆς φωστὴρ, νοὸς φυλακή· πωρώσεως λῦσις, κατανύξεως θύρα, στεναγμὸς ταπεινὸς, συντριμμὸς ἱλαρὸς, πολυλογίας ἀργία, ἡσυχίας ἀφορμὴ, ὑπακοῆς φύλαξ, ὕπνου κουφισμὸς, ὑγεία σώματος, ἀπαθείας πρόξενος, ἁμαρτημάτων ἄφεσις· παραδείσου θύρα καὶ τρυφή.
38. Ἀπαιτήσωμεν καὶ τοῦτον, μᾶλλον δὲ πρὸ πάντων τούτων τὸν προστάτην τῶν κακῶν ἡμῶν πολέμιον, τὴν θύραν τῶν παθῶν, τὴν πτῶσιν τοῦ Ἀδὰμ, τὴν τοῦ Ἡσαῦ ἀπώλειαν, τῶν Ἰσραηλιτῶν τὸν ὄλεθρον, τὴν τοῦ Νῶε ἀσχημοθέαν, τὴν τῶν Γομόῤῥων προδότην, τὴν τοῦ Λὼτ μέμψιν, τὴν τῶν υἱῶν Ἡλεὶ τοῦ ἱερέως ἐξολόθρευσιν, τὴν τῶν μολυσμῶν χειραγωγόν. Πόθεν δὲ τίκτεται, καὶ τίνες οἱ ταύτης ἀπόγονοι; Τίς τε ὁ συντρίβων αὐτήν; Καὶ τίς ὁ ἀπολλύων αὐτὴν εἰς τέλος;
Λέγε ἡμῖν, ὦ ἡ πάντων τῶν βροτῶν τυραννὶς, ἡ πάντας ὠνησαμένη χρυσίῳ ἀπληστίας, πόθεν τὴνεἴσοδον ἐν ἡμῖν κέκτησαι; καὶ τί μετὰ τὴν εἴσοδον τίκτειν πέφυκας; καὶ τίς ἡ σοῦ ἐξ ἡμῶν ἔξοδος; Ἡ δὲ ἐπὶ ταῖς ὕβρεσι πονήσασα, πρὸς ἡμᾶς τυραννικῶς ἡ μαιμάσσουσα, καὶ ἀγρία ἀπεκρίνετο· Τί με λοιδορίαις βάλλετε, οἱ ἐμοὶ ὑπεύθυνοι τυγχάνοντες; Πῶς δέ μου χωρισθῆναι σπουδάζετε; Κἀγὼ τῇ φύσει συνδέδεμαι· ἐμοῦ θύρα, φύσις βρωμάτων· ἐμοῦ δὲ ἀπληστίαις συνήθεια αἴτιος· ἐμοῦ δὲ πάθους ὑπόθεσις συνήθεια προλαβοῦσα, καὶ ἀναλγησία ψυχῆς, καὶ ἀμνημοσύνη θανάτου· πῶς δὲ τῶν ἐμῶν ἀπογόνων τὰ ὀνόματα ζητεῖτε μαθεῖν; ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ὅμως τοὺς πρωτοτόκους μου καὶ ἀγαπητοὺς ἀκούσατε τίνες προσαγορεύονται. Υἱὸς πρωτότοκός μου, πορνείας ὑπουργὸς, ἐκείνου δὲ δεύτερος σκληρότης καρδίας· ὁ ὕπνος τρίτος, θάλασσα λογισμῶν, κύματα μολυσμῶν· βυθὸς ἀγνώστων καὶ ἀῤῥήτων ἀκαθαρσίων ἐξ ἐμοῦ ἐκπορεύονται. Ἐμοῦ θυγατέρες ὀκνηρία, πολυλογία, παῤῥησία, γελωτοποιΐα, εὐτραπελία, ἀντιλογία, σκληροτραχηλία, ἀνηκοΐα, ἀναισθησία, αἰχμαλωσία, μεγαλαυχία, θρασύτης, φιλοκοσμία, ἣν διαδέχεται προσευχὴ ῥυπαρὰ, καὶ ῥεμβασμοὶ λογισμῶν. Πολλάκις δὲ καὶ συμφοραὶ ἀνέλπιστοι καὶ ἀπροσδόκητοι, αἷς προσωμίλησε ἀνελπιστία ἡ πάντων χαλεπωτέρα· ἐμὲ πολεμεῖ μὲν, οὐ νικᾷ δὲ μνήμη πταισμάτων· ἐχθραίνει μοι εἰς ἅπαν ἔννοια θανάτου, τὸ δὲ ἐμὲ (872.) καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν· ὁ κτησάμενος παράκλητον, τούτῳ ἐντυγχάνει κατ᾿ ἐμοῦ· κἀκεῖνος δυσωπηθεὶς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν· οἱ γὰρ ἐκείνου ἄγευστοι, διὰ τῆς ἐμῆς γλυκύτητος πάντωςἡδύνεσθαι ζητοῦσι.
Ἀνδρεία νίκη. Ὁ ἰσχύσας δῆλος πρὸς ἀπάθειαν καὶ σωθφροσύνην ἀκροτάτην ἐπειγόμενος.

(Διὰ τὴν ὀνομαστὴν δέσποιναν, τὴν πονηρὰν κοιλίαν)

ΠΡΟΚΕΙΜΕΝΟΥ τώρα νὰ ὁμιλήσωμε περὶ κοιλίας, ἀπεφασίσαμε πάλι, ὅπως καὶ σὲ ὅλα τὰ ἄλλα θέματα, νὰ στρέψωμε τὴν φιλοσοφία μας ἐναντίον μας. Διότι εἶναι ἀξιοθαύμαστο ἐὰν ἀπηλλάγη κανεὶς ἀπὸ αὐτήν, πρὶν κατοικήση τὸν τάφο.
2. Γαστριμαργία εἶναι ἡ ὑποκριτικὴ συμπεριφορὰ τῆς κοιλίας, ἡ ὁποία, ἐνῷ εἶναι χορτασμένη, φωνάζει πὼς εἶναι ἐνδεής· καὶ ἐνῷ εἶναι παραφορτωμένη μέχρι διαρρήξεως, ἀνακράζει ὅτι πεινᾶ. Γαστριμαργία εἶναι ἡ δημιουργὸς τῶν καρυκευμάτων, ἡ πηγὴ τῶν τέρψεων τοῦ λάρυγγος. Ἐσὺ ἔκλεισες τὴν φλέβα (τῶν ἡδονικῶν ἀπαιτήσεών της), ἀλλὰ αὐτὴ ξεπρόβαλε ἀπὸ ἄλλο μέρος. Τὴν ἔφραξες καὶ τούτη, ἀλλὰ καινούργια ἀνοίχθηκε. Γαστριμαργία εἶναι μία ἀπάτη τῶν ὀφθαλμῶν. Καθ᾿ ἣν στιγμὴν κάποιος τρώγει τὸ μέτριο σὲ ποσότητα φαγητό του, ἡ γαστριμαργία τὸν κάνει νὰ σκέπτεται, πῶς νὰ ἦταν δυνατὸ νὰ καταβροχθίση διὰ μιᾶς τὰ σύμπαντα.
3. Ὁ χορτασμὸς ἀπὸ φαγητὰ εἶναι πατὴρ τῆς πορνείας· ἡ θλίψις δὲ τῆς κοιλίας εἶναι πρόξενος τῆς ἁγνότητος. Ἐκεῖνος ποὺ ἐκολάκευσε τὸν λέοντα, πολλὲς φορὲς τὸν ἡμέρωσε. Ἐκεῖνος ὅμως ποὺ περιποιήθηκε τὴν σάρκα, περισσότερο τὴν ἐξαγρίωσε.
4. Χαίρεται ὁ Ἰουδαῖος τὸ Σάββατο ἢ τὶς ἑορτές, καὶ ὁ γαστρίμαργος μοναχὸς τὸ Σάββατο καὶ τὴν Κυριακή. Ἀπὸ καιρὸ ὑπολογίζει τὸ Πάσχα καὶ ἀπὸ πολλὲς ἡμέρες ἑτοιμάζει τὰ φαγητά. Ὁ δοῦλος τῆς κοιλίας σκέπτεται μὲ τί εἴδους φαγητὰ θὰ ἑορτάση, ὁ δὲ δοῦλος τοῦ Θεοῦ μὲ τί χαρίσματα θὰ πλουτήση. Ὁ κοιλιόδουλος, ὅταν ἔλθη κάποιος ξένος, συνέχεται ὁλόκληρος ἀπὸ τὴν ἀγάπη -ἀγάπη ποὺ προέρχεται ἀπὸ τὴν γαστριμαργία- καὶ θεωρεῖ ὡς ἀναψυχὴ τοῦ ἀδελφοῦ τὴν ἰδική του κατάλυσι! Ἐπὶ παρουσίᾳ ὡρισμένων ἄλλων ἀπεφάσισε τὴν κατάλυσι οἴνου, καὶ νομίζοντας πὼς κρύβει τὴν ἀρετή του, ὑποδουλώθηκε στὸ πάθος του.
5. Ἐχθρεύεται πολλὲς φορὲς ἡ κενοδοξία πρὸς τὴν γαστριμαργία καὶ ἀντιμάχονται γιὰ τὴν κατοχὴ τοῦ ἀθλίου μοναχοῦ σὰν νὰ πρόκειται γιὰ ἀγοραστὸ δοῦλο. Ἡ μὲν γαστριμαργία τὸν ὠθεῖ στὴν κατάλυσι, ἡ δὲ κενοδοξία του συνιστᾶ τὴν ἐπίδειξι τῆς ἀρετῆς του, ἀλλὰ ὁ σοφὸς μοναχὸς θὰ τὶς ἀποφύγη καὶ τὶς δυὸ διώχνοντας στὴν κατάλληλη ὥρα τὴν μία μὲ τὴν βοήθεια τῆς ἄλλης.
6. Ὅταν ἡ σάρκα σφριγᾶ, ἂς φυλάξωμε τὴν ἐγκράτεια παντοῦ καὶ πάντοτε. Ὅταν δὲ ἠρεμῆ -πράγμα ποὺ δὲν πιστεύω ὅτι κατορθώνεται πρὸ τοῦ τάφου- ἂς ἀποκρύψωμε τὴν ἐργασία μας.

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΤΡΙΤΟΣ Περὶ ἀκηδίας


1. (857.) Εἷς καὶ οὗτος πολλάκις τῶν τῆς πολυλογίας κλάδων, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν, ἐστὶ, καὶ πρῶτος ἀπόγονος, λέγω δὴ ὁ τῆς ἀκηδίας. Διὸ καὶ (860.) ἁρμόζουσαν αὐτῷ τάξιν ἐν τῇ πονηρᾷ ἁλύσει ἀπενείμαμεν. 2. Ἀκηδία ἐστὶ πάρεσις ψυχῆς, καὶ νοὸς ἔκλυσις, ὀλιγωρία ἀσκήσεως, μῖσος τοῦ ἐπαγγέλματος, κοσμικῶν μακαρίστρια, Θεοῦ διαβλήτωρ, ὡς ἀσπλάγχνου καὶ ἀφιλανθρώπου, ἀτονία ψαλμῳδίας, ἐν προσευχῇ ἀσθενοῦσα, ἐν διακονίᾳ σιδηρᾷ, ἐν ἐργοχείρῳ ἄοκνος, ἐν ὑπακοῇ δόκιμος.
3. Ἀνὴρ ὑποτακτικὸς ἀγνώριστος, διὰ τῶν αἰσθητῶν τὰ νοητὰ κατορθωκώς. Κοινόβιον ἀκηδίας ἀντίπαλον ἀνδρὶ δὲ ἡσυχαστῇ σύζυγος αἰώνιος, πρὸ θανάτου αὐτοῦ οὐ μὴ ἀποστήσεται· καὶ πρὸ τελευτῆς αὐτοῦ καθημέραν παλαίσει. Κέλλαν ἀναχωρητοῦ ἰδοῦσα ἐμειδίασε, καὶ προσεγγίσασα αὐτῷ πλησίον ἐσκήνωσεν.
5. Ἰατρὸς νοσοῦντας ἕωθεν ἐπισκέπτεται· καὶ ἀκηδία ἀσκοῦντας περὶ μέσον ἡμέρας. Ξενοδοχεῖα ἀκηδίας ὑποβολὴ, καὶ ἐλεημοσύνας δι᾿ ἐργοχείρων δυσωπεῖ ἐργάζεσθαι. Ἐπισκέπτεσθαι ἀσθενοῦντας προτρέπεται προθύμως, ὑπομιμνήσκουσα τοῦ λέγοντος· Ἀσθενὴς ἤμην καὶ ἤλθετε πρός με. Πρὸς ἀθυμοῦντας καὶ ὀλιγοψύχους δυσωπεῖ ἀπέρχεσθαι· παρακαλεῖν τε τοὺς ὀλιγοψύχους ἡ ὀλιγόψυχος ὑποβάλλουσα·
6. ἐν προσευχῇ σταθέντας ἀναγκαίων πραγμάτων ὑπομιμνήσκει, καὶ πᾶσαν μηχανὴν ποιεῖ ἐκεῖθεν ἡμᾶς φορβιᾷ εὐλόγῳ ἀποσύραι ἡ ἄλογος.
7. Τρίωρον φρίκην καὶ κεφαλαλγίαν, πρότερόν τε καὶ στρόφον ἀκηδίας δαίμων πεποίηκε. Τῆς ἐννάτης καταλαβούσης μικρὸν ἀνένευσε·
8. τῆς τε τραπέζης τεθείσης, τῆς στρωμνῆς ἐπήδησε· καὶ τῆς εὐχῆς καταλαβούσης πάλιν τὸ σῶμα βεβάρηται. Ἐν προσευχῇ σταθέντα τῷ ὕπνῳ ἐβάπτισε, καὶ χάσμοις ἀκαίροις τοῦ στόματος τὸν στίχον διήρπασεν.
9. Τὰ μὲν λοιπὰ πάθη μιᾷ τινι ἀρετῇ ἕκαστον αὐτῶν κατήργηται. Ἀκηδία δὲ τῷ μοναχῷ περιεκτικὸς θάνατος·
10. ἀνδρεία ψυχὴ νοῦν ἀποθανόντα ἀνέστησεν· ἀκηδία δὲ καὶ ὀκνηρία ὅλον τὸν πλοῦτον ἐσκόρπισεν.
11. Ἑνὸς καὶ τούτου καὶ πάντων βαρυτάτου τῶν ὀκτὼ τῆς κακίας προστατῶν ὑπάρχοντος κατὰ τὴν ἐκείνων ἀκολουθίαν, καὶ ἐν τούτῳ ποιήσωμεν.
12. Πλὴν κἀκεῖνο προσθήσομεν· ψαλμῳδίας μὴ παρούσης, ἀκηδία οὐ φαίνεται· καὶ κανόνος τελεσθέντος ὀφθαλμοὶ διηνοίχθησαν.
13. Ἐν καιρῷ ἀκηδίας οἱ βιασταὶ φαίνονται· οὐδὲν γὰρ στεφάνους προξενεῖ ὡς ἀκηδία μοναχῷ.
14. Κατανόησον, καὶ εὑρήσεις ἐν τῇ στάσει τῶν ποδῶν παλαίουσαν· καὶ ἐν καθέδρᾳ ἀνακλίνειν δοκιμάζει, τῷ τοίχῳ τὸν κέλλης παρακύπτειν προτρέπεται, ψόφους καὶ κτύπους ποδῶν ποιοῦσα·
15. ὁ ἑαυτοῦ πενθῶν ἀκηδίαν οὐκ οἶδεν.
16. Δεσμείσθω καὶ οὗτος ὁ τύραννος ὑπὸ μνήμης πταισμάτων, καὶ τυπτέσθω ὑπ᾿ ἐργοχείρου· συρόμενός τε ὑπὸ ἐννοίας τῶν μελλόντων ἀγαθῶν, καὶ παραστὰς τὰ προσήκοντα ἐρωτάσθω· Λέγε λοιπὸν σύ, ὦ παρειμένε καὶ ἔκλυτε. τίς ὁ τετοκώς σε κακῶς; τίνες οἱ σοὶ ἀπόγονοι; τίνες δὲ οἴ σε πολεμοῦντες; καὶ τίς ὁ σοῦ ἀναιρέτης; Ὁ δέ φησιν, Ἐν τοῖς μὲν ἀληθείᾳ ὑπηκόοις οὐκ ἔχω ἐγὼ ποῦ τὴν κεφαλὴν κλῖναι· ἐν οἷς δὲ ἔχω, καθ᾿ ἡσυχίαν συνδίαγω τούτοις. Αἱ δὲ μοῦ κλήτριαι (861.) πλεῖσται· ποτὲ μὲν ἀναισθησία ψυχῆς, ποτὲ δὲ ἀμνημοσύνη τῶν ἄνω· ἔστι δὲ ὅτε καὶ ὑπερβολὴ καυμάτων· ἐμοῦ ἀπόγονοι μεταβάσεις τόπων σὺν ἐμοὶ γινόμεναι· παρακοὴ πατρὸς, ἀμνημοσύνη κρίσεως· ἔστι δὲ ὅτε καὶ κατάλειψις τοῦ ἀπαγγέλματος· αἱ ἐμοῦ ἀντίδικοι, ὑφ᾿ ὧν δέδεμαι νῦν, ψαλμῳδία σὺν ἐργοχείρῳ· ἐμοῦ ἐχθρὸς, θανάτου ἔννοια· ἡ δὲ ἐμὲθανατοῦσα, ἐστὶ προσευχὴ μετὰ ἐλπίδος βεβαίας τῶν καλῶν. Τίς δὲ ὁ τετοκὼς προσευχὴν, αὐτὴν ἐρωτήσατε.
Τρισκαιδεκάτη νίκη, ἣν ὄντος ὁ κτησάμενος ἐν παντὶ, δόκιμος κατέστηκε καλῷ.
ΠΟΛΛΕΣ ΦΟΡΕΣ ἕνας ἀπὸ τοὺς κλάδους τῆς πολυλογίας, ὅπως τὸ εἴπαμε καὶ προηγουμένως, εἶναι καὶ ὁ παρών, ὁ ὁποῖος μάλιστα ἀποτελεῖ καὶ τὸ πρῶτο τέκνο της. Ἐννοῶ τὴν ἀκηδία. Γι᾿ αὐτὸ καὶ τῆς ἐδώσαμε τὴν θέσι ποὺ τῆς ἁρμόζει μέσα στὴν ἀθλία ἁλυσίδα τῶν παθῶν. Ἀκηδία σημαίνει παράλυσις τῆς ψυχῆς καὶ ἔκλυσις τοῦ νοῦ, ὀκνηρία καὶ ἀδιαφορία πρὸς τὴν ἄσκησι, μίσος πρὸς τὶς μοναστικὲς ὑποσχέσεις. (Ἡ ἀκηδία εἶναι ἀκόμη) αὐτὴ ποὺ μακαρίζει τοὺς κοσμικούς, ποὺ κατηγορεῖ τὸν Θεὸν ὅτι δὲν εἶναι εὐσπλαγχνικὸς καὶ φιλάνθρωπος, ποὺ φέρνει ἀτονία τὴν ὥρα τῆς ψαλμῳδίας καὶ ἀδυναμία τὴν ὥρα τῆς προσευχῆς. Αὐτὴ ποὺ μᾶς κάνει σιδερένιους στὰ διακονήματα, ἀόκνους στὸ ἐργόχειρο, σπουδαίους στὴν πρακτικὴ ζωὴ τῆς ὑπακοῆς (ἐν ἀντιθέσει πρὸς τὴν θεωρητικὴ ζωὴ τῆς ἡσυχίας).
2. Ἄνδρας ποὺ ἀσκεῖ τὴν ζωὴ τῆς ὑπακοῆς δὲν γνωρίζει τί σημαίνει ἀκηδία, διότι φθάνει στὰ πνευματικὰ μέσῳ τῶν αἰσθητῶν, (τὰ ὁποῖα αἰσθητὰ δὲν φέρνουν ἀκηδία).
3. Τὸ κοινόβιο εἶναι ἐχθρός της ἀκηδίας, ἐνῷ σ᾿ ἕναν ἡσυχαστὴ ἡ ἀκηδία γίνεται σύζυγος αἰώνιος· δὲν θὰ τὸν ἀποχωρισθῇ πρὶν ἀπὸ τὸν θάνατό του, καὶ πρὶν ἔλθη τὸ τέλος του θὰ τὸν πολεμᾶ καθημερινά. Μόλις ἀντίκρυσε τὸ κελλὶ τοῦ ἡσυχαστοῦ ἐμειδίασε καὶ ἀφοῦ τὸν ἐπλησίασε ἔστησε κοντὰ τὴν σκηνή της.
4. Ὁ ἰατρὸς ἐπισκέπτεται τοὺς ἀσθενεῖς τὸ πρωί, ἐνῷ ἡ ἀκηδία τοὺς ἀσκητὰς τὸ μεσημέρι. Ἡ ἀκηδία προτρέπει τὸ ἔργο τοῦ ξενοδόχου καὶ παρακαλεῖ νὰ γίνωνται ἐργόχειρα γιὰ νὰ προσφέρωνται ἐλεημοσύνες. Παρακινεῖ νὰ γίνωνται μὲ προθυμία ἐπισκέψεις στοὺς ἀσθενεῖς, ὑπενθυμίζουσα τὸν λόγο τοῦ Κυρίου: «Ἠσθένησα καὶ ἤλθετε πρός με» (Ματθ. κε´ 36). Μᾶς παρακαλεῖ νὰ πηγαίνωμε στοὺς λυπημένους καὶ στοὺς ὀλιγοψύχους. «Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους» (Α´ Θέσ. ε´ 14) μᾶς λέγει αὐτὴ ἡ ὀλιγόψυχη. Ἐνῷ ἱστάμεθα στὴν προσευχή, μᾶς ὑπενθυμίζει διάφορα ἀναγκαῖα πράγματα καὶ χρησιμοποιεῖ κάθε τέχνασμα, ὥστε νὰ μᾶς ἀποτραβήξη ἀπὸ ἐκεῖ, σὰν μὲ ἕνα καπίστρι, μὲ κάποια αἰτία εὔλογη, αὐτὴ ἡ παράλογη.

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΔΩΔΕΚΑΤΟΣ Περὶ ψεύδους


1. (853.) Γέννημα μὲν σιδήρου καὶ λίθου πῦρ· γέννημα δὲ πολυλογίας καὶ εὐτραπελίας ψεῦδος. 2. Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμός· ἐπιορκια δὲ Θεοῦ ἄρνησις.
3. (854.) Μηδεὶς τῶν εὐφρονούντων μικράν τινα τὴν τοῦ ψεύδους ἁμαρτίαν εἶναι ὑπονοήσει· φοβερᾷ γὰρ ὑπὲρ πάντα ἀποφάσει κατὰ τούτου τὸ πανάγιον Πνεῦμα ἐχρήσατο. Εἰ ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ὥς φησιν ὁ Δαυῒδ πρὸς τὸν Θεὸν, τί λοιπὸν πείσονται οἱ μεθ᾿ ὅρκων τὸ ψεῦδος συῤῥάπτοντες;
4. Εἶδόν τινας ἐπὶ ψεύδει σεμνυνομένους, καὶ δι᾿ εὐτραπελίας, καὶ ἀργολογίας γελοῖα ἐξυφαίνοντας· καὶ τὰ τῶν προσακροωμένων πένθη ἐλεεινῶς ἐξαφανίζοντας
5. ὁπόταν οἱ δαίμονες ἴδωσιν ἡμᾶς ὡς ἐκ λοιμικῆς νόσου τῆς τῶν ἀστείων ἀκροάσεως μετὰ τὴν προκάταρξιν τοῦ χαλεποῦ ὑφηγητοῦ ἀναχωρεῖν δοκιμάζοντας, τότε λοιπὸν δυσὶν ἡμᾶς δελεάζειν ἐπιχειροῦσι λογισμοῖς· Μὴ λυπήσῃς τὸν ἐξηγητὴν, ὑποβάλλοντες ἡμῖν· ἢ, Μὴ φανερώσῃς σεαυτὸν φιλοθεώτερον τῶν παρόντων· ἀποπήδα, μὴ χρονίσῃς. Εἰ δὲ μὴ, ἐν τῇ προσευχῇ σου ἔννοιαν γελοίων ἀνατυπώσεις. Μὴ μόνον φεῦγε, ἀλλὰ καὶ τὸν πονηρὸν συνακτήριον εὐσεβῶς διάλυε, θανάτου καὶ κρίσεως εἰς μέσον ὑπόμνησιν προβαλλόμενος· ἄμεινόν σε γὰρ ἐκ τούτου ἴσως καὶ μικρᾷ κενῇ δόξῃ ῥαντισθῆναι, καὶ μόνον πᾶσι πρόξενον ὠφελείας εὑρεθῆναι.
6. Ὑπόκρισις μήτηρ ψεύδους πολλάκις, καὶ ὑπόθεσις· οὐδὲν γάρ τινες ὑπόκρισιν ὁρίζονται, ἀλλ᾿ ἢ ψεύδους μελέτην καὶ δημιουργὸν κεκολασμένον καὶ συμπεπλεγμένον·
7. ὁ φόβον Κυρίου κτησάμενος, ἐξενίτευσε ψεύδους, δικαστὴν ἀδέκαστον ἔχων τὴν ἰδίαν συνείδησιν.
8. Ὥσπερ ἐν πᾶσι τοῖς πάθεσι διαφορὰν βλάβης γνωρίζομεν, οὕτως καὶ ἐπὶ τοῦ ψεύδους. Ἄλλο μὲν γὰρ τὸ κρῖμα τοῦ διὰ φόβον κολάσεως ψευδομένου· καὶ ἕτερον τὸ, κινδύνου μὴ προκειμένου ψεύδεσθαι. Ἄλλος διὰ τρυφὴν ἐψεύσατο, ἕτερος διὰ φιληδονίαν· ἄλλος ἵνα τοῖς παροῦσι προξενήσῃ γέλωτα, ἕτερος δὲ ἵνα τῷ ἀδελφῷ ἐπιβουλεύσῃ, καὶ τοῦτον κακοποιήσῃ.
9. Ἐκ βασάνων ἀρχόντων ἐξαλείφεται ψεῦδος· ἐκ δὲ δακρύων πλήθους εἰς τέλος ἀπόλλυται προφασίζεται οἰκονομίας ὁ ψεύδους προβολεὺς, καὶ δικαιοσύνας πολλάκις λογίζεται τὰς ψυχῆς ἀπωλείας. Τῆς Ῥαὰβ μιμητὴν ἑαυτὸν τεκμαίρεσθαι ψευδοπλάστης ἀνὴρ, καὶ δι᾿ ἀπωλείας οἰκείας τὴν ἑτέραν σωτηρίαν λέγει πραγματεύεσθαι.
11. Ὁπόταν ψεύδους εἰς ἅπαν καθαρεύσωμεν, τότε αὐτὸ μετὰ φόβου καὶ καιροῦ καλοῦντος ὑπέλθωμεν.
12. Οὐκ οἶδεν νήπιον ψεῦδος· οὐδὲ ψυχὴ πονηρίας ἐστερημένη.
13. Ὁ οἴνῳ εὐφρανθεὶς ἀκουσίως ἀληθεύσῃ εἰς πάντα· καὶ ὁ μεθυσθεὶς κατανύξει οὐ δυνήσεται ψεύσασθαι.
Ἀνάβασις δωδεκάτης ὁ ἐπιβεβηκὼς ῥίζαν τῶν καλῶν κέκτηται.
ΑΠΟ ΤΟΝ ΣΙΔΗΡΟ καὶ τὴν πέτρα (διὰ τῆς προσκρούσεως) γεννᾶται ἡ φωτιά, καὶ ἀπὸ τὴν πολυλογία καὶ τὰ εὐτράπελα τὸ ψεῦδος. Τὸ ψεῦδος εἶναι ἐξαφάνισις τῆς ἀγάπης· καὶ ἡ ἐπιορκία ἄρνησις τοῦ Θεοῦ. 2. Κανεὶς συνετὸς ἄνθρωπος ἂς μὴ θεωρῆ μικρὸ τὸ ἁμάρτημα τοῦ ψεύδους, διότι τὸ Πανάγιον Πνεῦμα ἐξέδωσε ἐναντίον του τὴν πιὸ φοβερὴ ἀπόφασι: «Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος» (Ψαλμ. ε´ 7), ὅπως λέγει ὁ Δαβὶδ πρὸς τὸν Θεόν. Καὶ ἐὰν συμβῆ αὐτό, τί πρόκειται νὰ πάθουν ἐκεῖνοι ποῦ συρράπτουν ἐπὶ πλέον τὸ ψεῦδος μὲ τοὺς ὅρκους;
3. Ἐγνώρισα μερικοὺς ποὺ ἐκαυχῶντο γιὰ τὰ ψεύδη τους. Αὐτοὶ κατώρθωναν καὶ ἔκαναν τοὺς ἄλλους νὰ γελοῦν μὲ τὶς ἀστειότητες καὶ τὶς ἀργολογίες τους, καὶ ἔτσι ἐξαφάνιζαν ἐλεεινὰ τὸ πένθος τῶν μοναχῶν ποὺ τοὺς ἀκροάζονταν.
4. Ὅταν ἰδοῦν οἱ δαίμονες ὅτι, μόλις ἀρχίση ὁ ἄθλιος ὁμιλητὴς νὰ διηγῆται τὰ εὐτράπελα, προσπαθοῦμε νὰ φύγωμε σὰν ἀπὸ λοιμώδη ἀσθένεια, ἐπιχειροῦν νὰ μᾶς παρασύρουν μὲ δυὸ ἀπατηλοὺς λογισμούς: «Μὴ λυπήσης τὸν ὁμιλητή», μᾶς συμβουλεύουν, ἢ «μὴ θέλεις νὰ φανῆς πιὸ εὐλαβὴς ἀπὸ ὅλους τοὺς ἄλλους»! Φεῦγε ἀμέσως, μὴν ἀργοπορήσης· εἰδεμὴ στὴν ὥρα τῆς προσευχῆς θὰ σοῦ ἔρχωνται στὸν νοῦ ἀστεῖα. Καὶ ὄχι μόνο νὰ φεύγης, ἀλλὰ καὶ νὰ διαλύης μὲ εὐσεβῆ τρόπο τὸ «πονηρὸν συνέδριον», φέροντας στὸ μέσον τὴν μνήμη τοῦ θανάτου καὶ τῆς Κρίσεως. Εἶναι καλύτερο ἴσως νὰ σὲ βρέξουν μερικὲς σταγόνες κενοδοξίας, προκειμένου νὰ γίνης πρόξενος ὠφελείας σὲ τόσους.
5. Ἡ ὑποκρισία εἶναι πολλὲς φορὲς μητέρα καὶ αἰτία τοῦ ψεύδους. Τίποτε ἄλλο, λέγουν μερικοί, δὲν εἶναι ἡ ὑποκρισία, παρὰ μελέτη καὶ δημιουργὸς τοῦ ψεύδους ποὺ ἔχει μαζί της συμπεπλεγμένο τὸν ἔνοχο καὶ ἄξιο τιμωρίας ὅρκο. Αὐτὸς ποὺ ἀπέκτησε τὸν φόβο τοῦ Κυρίου, ἀποξενώθηκε ἀπὸ τὸ ψεῦδος, διότι ἔχει μέσα του ὡς ἀδέκαστο δικαστῆ τὴν συνείδησί του.
6. Ὅπως σὲ ὅλα τὰ πάθη, ἔτσι καὶ στὸ ψεῦδος παρατηροῦμε διαφορὰ ὡς πρὸς τὴν πνευματικὴ βλάβη ποὺ προξενεῖ. Ἐπὶ παραδείγματι: Διαφορετικὴ εἶναι ἡ ἐνοχὴ ἑνὸς ποὺ ψεύδεται ἀπὸ τὸν φόβο τῆς τιμωρίας, καὶ διαφορετικὴ ὅταν δὲν ὑπάρχη κίνδυνος. Ἄλλος πάλι εἶπε ψεῦδος χάριν τῆς τρυφῆς, ἄλλος χάριν τῆς φιληδονίας, κάποιος γιὰ νὰ κάνη τοὺς ἄλλους νὰ γελάσουν καὶ ἄλλος γιὰ νὰ ἐπιβουλευθῇ καὶ κακοποιήση τὸν ἀδελφό του.
7. Μὲ τὶς τιμωρίες τῶν κοσμικῶν ἀρχόντων τὸ ψεῦδος μειώνεται πολύ. Μὲ τὸ πλῆθος ὅμως τῶν δακρύων τῆς κατανύξεως, ἐξαφανίζεται ὁλοσχερῶς. Ὁ δαίμων ποὺ μᾶς προτρέπει στὸ ψεῦδος προφασίζεται διαφόρους «οἰκονομικούς» λόγους καὶ ἔτσι παρουσιάζει σὰν μεγάλη ἀρετὴ αὐτὸ ποὺ ἀποτελεῖ ἀπώλεια τῆς ψυχῆς. Ἐκεῖνος ποὺ πλάθει ψεύδη παρουσιάζεται ὅτι μιμεῖται τὴν Ραάβ, (ἡ ὁποία ἐχρησιμοποίησε τὸ ψεῦδος, γιὰ νὰ σώσῃ τοὺς κατασκόπους του Ἰσραήλ), καὶ νομίζει ὅτι μὲ τὴν ἰδική του ἀπώλεια προξενεῖ σωτηρία στοὺς ἄλλους.
8. Ὅταν καθαρισθοῦμε τελείως ἀπὸ τὸ πάθος τοῦ ψεύδους, τότε, σὲ μία ἐξαιρετικὴ περίστασι, ἂς τὸ χρησιμοποιήσωμε, ἀλλὰ καὶ πάλι μὲ φόβο. Τὸ νήπιο δὲν γνωρίζει τὸ ψεῦδος. Ὁμοίως καὶ ἡ ψυχὴ ποὺ δὲν ἔχει πονηρία. Ἐκεῖνος ποὺ εὐφράνθηκε ἀπὸ τὸν οἶνο (καὶ ἐμέθυσε), θὰ ὁμολογήση ἀκουσίως κάθε ἀλήθεια. Καὶ ἐκεῖνος ποὺ ἐμέθυσε ἀπὸ τὴν κατάνυξι, δὲν θὰ μπορέση νὰ ψευσθῇ.
Βαθμὶς δωδεκάτη! Ὅποιος τὴν ἀνέβηκε ἀπέκτησε τὴν ρίζα τῶν καλῶν.

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἡσυχίας


Α
Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας.

1. (1096.) Ἡμεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων παθῶν ὑπάρχοντες, καὶ δοῦλοι ὑπόσπονδοι γενόμενοι ἐκ τούτου καὶ τοὺς δόλους καὶ τρόπους καὶ τὰς ἐπιταγὰς, καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα τῶν δεσποσάντων τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμάτων. Ἕτεροι γὰρ ὑπάρχουσι, οἱ δι᾿ ἐνεργείας πνεύματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς εἰς τὰς μηχανὰς αὐτῶν φωτισθέντες. Ἄλλος μὲν γὰρ ὁ ἐκ τῆς ἐν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος ἀνάπαυσιν, καὶ ἕτερος ὁ ἐκ τῆς ἐν τῇ ὑγείᾳ εὐθυμίας τὴν ἐν τῇ νόσῳ ἀθυμίαν καταλαμβανόμενος καὶ τεκμαιρόμενος.
Τοίνυν ἡμεῖς ὡς ἀσθενεῖς δεδοίκαμεν ὑμῖν νῦν περὶ τοῦ τῆς ἡσυχίας λιμένος ἐν τῷ λόγῳ φιλοσοφεῖν, ἐπιστάμενοι ἀεὶ παρίστασθαί τινα κύνα ἐν τῇ τραπέζῃ τῆς καλῆς συνοδίας, καὶ ἄρτον, ἤγουν ψυχὴν, ἐκ ταύτης ἀφαρπάζειν δοκιμάζοντα. Καὶ τοῦτον τῷ στόματι ἐπιφερόμενον λοιπὸν ἀποτρέχοντα, καὶ καθ᾿ ἡσυχίαν τοῦτον ἐσθίοντα. Διὸ ἵνα (1097.) μὴ τούτῳ χώραν τῷ κυνὶ διὰ τοῦ ἡμετέρου δῶμεν λόγου, καὶ ἀφορμὴν τοῖς ζητοῦσι, οὐ θέμις ἡγησάμεθα τοῖς ἐν τῷ πολέμῳ τυγχάνουσιν ἐμψύχοις τοῦ βασιλέως ἡμῶν πολεμισταῖς, περὶ εἰρήνης νῦν διαλέγεσθαι. Ἐκεῖνο δὲ μόνον λέγομεν, ὅτι τοῖς εὐτόνως πολεμοῦσιν, οἱ τῆς εἰρήνης καὶ γαλήνης περιεπλάκησαν στέφανοι. Ὡς ἐν διακρίσεως οὖν τύπῳ, εἰ δοκεῖ, μικρὰ νῦν λέγωμεν, ὅσον μὴ λυπῆσαί τινας ὡς ἀγύμναστον τὸν περὶ τούτων λόγον ἐν τῷ μεταξὺ καταλείψαντες.
2. Ἡσυχία μὲν σώματός ἐστιν ἠθῶν καὶ αἰσθήσεων ἐπιστήμη καὶ κατάστασις· ἡσυχία δὲ ψυχῆς, λογισμῶν ἐπιστήμη καὶ ἀσύλητος ἔννοια.
3. Ἡσυχίας φίλος, ἀνδρεῖός τις καὶ ἀπότομος λογισμὸς, ἐν θύρᾳ καρδίας ἀνυστάκτως ἱστάμενος, καὶ τοὺς προσερχομένους, ἢ κτείνων, ἢ ἀποσειόμενος. Ὁ ἐν αἰσθήσει καρδίας ἡσυχάζων, γινώσκει τὸ εἰρημένον· ὁ δὲ νήπιος ἔτι ὢν, τούτου ἄγευστος καὶ ἄγνωστος πέλει. Ἡσυχαστὴς γνωστικὸς οὐ δεηθήσεται λόγων· τοὺς γὰρ λόγους τῶν ἔργων φωτίζεται.
4. Ἀρχὴ μὲν ἡσυχίας τὸ ἀποσείεσθαι κτύπους, ὡς τὸν βυθὸν ταράσσοντας· τέλος δὲ ταύτης, τὸ μὴ δεδιέναι θορύβους· ἀλλ᾿ ἀναισθητεῖν ἐν τούτοις.
5. Προερχόμενος, ὁ λόγῳ οὐ προερχόμενος, ἤπιος, ἀγάπης ὅλος οἶκος·
6. δυσκίνητος πρὸς λόγον, ἀκίνητος πρὸς θυμὸν πέφυκεν εἶναι.
7. Τὸ δὲ ἐναντίον πρόδηλον· ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν, τὸ παράδοξον·
8. τηρεῖ μὲν μῦν ἡ τούτου θηρεύτρια· μῦν δὲ νοητὸν, ἡσυχαστοῦ ἔννοια. Μὴ ἔστω σοι ἀπόβλητον τὸ προλεχθὲν ὑπόδειγμα· εἰ δὲ μὴ, οὔπω ἡσυχίαν ἐγνώρισας.
9. Οὐχ οὕτως μοναχὸς [ἡσυχαστὴς], ὡς μοναχὸς μοναχῷ. Ὁ μοναχὸς νήψεως πολλῆς, καὶ ἀρεμβάστου νοὸς δέεται· τῷ μὲν προτέρῳ πολλάκις ἐβοήθησεν ἕτερος· τῷ δὲ δευτέρῳ συνήργησεν ἄγγελος·
10. νοερὰς δυνάμεις συλλειτουργοῦσι, καὶ φιλοχωροῦσιν ἐν ψυχικῷ ἡσυχαστῇ.
11. Τὸ δὲ ἐναντίον σιωπήσω σοι· δογμάτων βυθὸς βαθὺς, νοῦς δὲ ἡσυχαστοῦ ἅλλεται οὐκ ἀκινδύνως ἐν αὐτοῖς· οὐκ ἀσφαλὲς μετ᾿ ἐσθῆτος νήχεσθαι· οὐδὲ πάθος ἔχοντα θεολογίας ἅπτεσθαι.
12. Κέλλη μὲν ἡσυχαστοῦ περιορισμὸς σώματος, ἔνδοθεν ἔχουσα οἶκον γνώσεως.
13. Ὁ ψυχικὸν πάθος νοσῶν, καὶ ἡσυχίαν [ἡσυχίᾳ]ἐπιχειρῶν ὅμοιός ἐστι τῷ ἐν τῷ πελάγει ἐκ τῆς νηὸς ἐκπηδήσαντι, καὶ ἐν σανίδι ἐπὶ τὴν γῆν ἀκινδύνως φθάνειν δοκοῦντι·
14. ὅσοι τῇ πηλῷ μάχονται, τούτοις ἐν καιρῷ οἰκείῳ ἡ ἡσυχία συντρέχεται [al. συνέρχεται], εἴπερ καὶ τὸν ἐφοδηγοῦντα κέκτηνται· τὸ γὰρ μεμονωμένον ἀγγελικῆς ἰσχύος δέεται· ἐμοὶ λόγος περὶ ὄντως ἡσυχαστῶν σώματι καὶ πνεύματι.
15. Ἡσυχαστὴς ἀποῤῥᾳθυμήσας λαλήσει ψεύδη, τοὺς ἀνθρώπους αὐτὸν τῆς ἡσυχίας παῦσαι διὰ τῶν αἰνιγμάτων προτρεπόμενος. Καταλείψας τὴν κέλλαν, αἰτιᾶται δαίμονας, λέληθε δὲ αὐτὸς ἑαυτῷ δαίμων γενόμενος.
16. Εἶδον ἡσυχαστὰς, καὶ τὴν φλεγομένην αὐτῶν πρὸς Θεὸν ἐπιθυμίαν διὰ τῆς ἡσυχίας ἀπληρώτως (1100.) πληρώσαντας· καὶ πῦρ πυρὶ, καὶ ἔρωτι ἔρωτα, καὶ πόθῳ πόθον γεννήσαντας.
17. Ἡσυχαστής ἐστι τύπος ἀγγέλου ἐπίγειος χάρτῃ πόθου καὶ σπουδῆς γράμμασι τὴν ἑαυτοῦ προσευχὴν ῥᾳθυμίας καὶ ὀλιγωρίας ἐλευθερώσας.
18. Ἡσυχαστής ἐστιν ὁ βοήσας ἐναργῶς· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.
19. Κλεῖε μὲν θύραν κέλλης σώματι· καὶ θύραν γλώσσης φθέγμασι, καὶ ἔνδον πύλην πνεύμασι.
20. Γαλήνη μὲν, καὶ μεσημβρία ἡλίου ὑπομονὴν ναύτου ἤλεγξεν· ἀπορία δὲ χρειῶν, καρτερίαν ἡσυχαστοῦ ἐφανέρωσεν· ὁ μὲν ἀθυμῶν νήχεται ὕδασιν· ὁ δὲ ἀκηδιῶν φύρεται πλήθεσι.
21. Μὴ φοβοῦ κτύπων ἀθύρματα· δειλίαν γὰρ πένθος οὐκ ἐπίσταται οὐδὲ πτύρεται.
22. Ὧν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι κυρίῳ ἐνωπίως ἐνωπίῳ λαλοῦσιν, ὡς πρὸς τὸ οὖς τοῦ βασιλέως. Ὧν τὸ στόμα εὔχεται, οὗτοι ἐπὶ πάσης τῆς συγκλήτου αὐτῷ προσπίπτουσιν. Ὅσοι ἐν κόσμῳ διατρίβουσιν, οὗτοι ἐν μέσῳ τοῦ θορύβου παντὸς τοῦ δήμου τὸν βασιλέα ἱκετεύουσιν. Εἰ τὴν τέχνην ἐπισταμένως μεμάθηκας, οὐκ ἀγνοεῖς τὸ λεγόμενον.
23. Καθεζόμενος ἐφ᾿ ὕψους τήρει, εἰ ἄρα καὶ ἐπίστασαι, καὶ τότε ὄψει πῶς, καὶ πότε, καὶ πόθεν· καὶ πόσοι, καὶ ποῖοι κλέπται εἰσελθεῖν, καὶ κλέψαι τοὺς βότρυας ἔχονται.
24. Ἀποκαμὼν ὁ σκοπὸς, ἀναστὰς προσεύχεται, καὶ πάλιν καθίσας τῆς προτέρας ἐργασίας ἀνδρείως ἔχεται.
25. Ἠβούλετό τις ἐν πείρᾳ περὶ τούτων γεγονὼς λεπτῶς καὶ ἠκριβωμένως εἰπεῖν· ἀλλὰ πεφόβηται, μήπως καὶ τοῖς ἐργάταις ῥᾳθυμίαν ἐμποιήσῃ, καὶ τοὺς προαιρουμένους τῷ κτύπῳ τῶν λόγων ἀποσοβήσῃ.
26. Ὁ περὶ ἡσυχίας λεπτῶς καὶ γνωστικῶς ἐξηγούμενος, διήγειρε καθ᾿ ἑαυτοῦ δαίμονας· οὐδεὶς γὰρ ἕτερος τὰς τούτων ἀσχημοσύνας θριαμβεῦσαι δύναται.
27. Ὁ ἡσυχίαν καταλαβὼν ἔγνω βυθὸν μυστηρίων, οὐ κατελήλυθε δὲ ἐν τούτῳ εἰ μὴ πρώην τοὺς τῶν κυμάτων θορύβους καὶ πνευμάτων ἀνέμους, καὶ εἶδε καὶ ἤκουσεν· ἴσως καὶ ἐῤῥαντίσθη. Κυροῖ τὸ εἰρημένον Παῦλος· εἰ μὴ γὰρ ἐν παραδείσῳ ὡς ἐν ἡσυχίᾳ ἡρπάγη, οὐκ ἂν ἄῤῥητα ῥήματα ἀκοῦσαι ἠδύνατο.
28. Τῆς ἡσυχίας τὸ οὖς δέξεται παρὰ Θεοῦ ἐξαίσια. Διὸ καὶ ἐν τῷ Ἰὼβ αὕτη ἡ πάνσοφος ἔλεγε· Πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ.
29. Ἡσυχαστής ἐστιν ὁ οὕτως φεύγων ἀμίσως, ὡς ἕτερος προστρέχων ῥᾳθύμως ἐκκοπὴν γλυκύτητος Θεοῦ λαβεῖν μὴ βουλόμενος.
30. Ἀπελθὼν σκόρπισόν σου συντόμως· τὸ γὰρ, Πώλησόν σου, χρόνου, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα δι᾿ εὐχῆς πρὸς τὴν ἡσυχίαν συνδράμωσι· ἆρον τὸν σταυρόν (1101.) σου, διὰ τῆς ὑπακοῆς τοῦτον βαστάζων· καὶ τὸ βάρος τῆς ἐκκοπῆς τοῦ σοῦ θελήματος ἰσχυρῶς ὑπομένων· καὶ δεῦρο λοιπὸν, ἀκολούθει μοι πρὸς τὴν συνάφειαν τῆς μακαριωτάτης ἡσυχίας, καὶ διδάξω σε νοερῶν δυνάμεων ὁρωμένην ἐργασίαν καὶ πολιτείαν· οὐ κορεσθήσονται αὗται εἰς αἰῶνα αἰώνων αἰνοῦσαι τὸν Ποιητὴν, οὐδὲ ὁ ἐν οὐρανῷ ἡσυχίας εἰσεληλυθὼς, ἀνυμνῶν τὸν Κτίσαντα. Οὐ φροντίσουσι περὶ ὕλης οἱ ἄϋλοι, οὐδὲ περὶ τροφῆς οἱ ἔνυλοι ἄϋλοι· οὐκ αἰσθήσονται οἱ πρότεροι βρώσεως, οὐδὲ δεηθήσονται οἱ δεύτεροι ὑποσχέσεως. Οὐ φροντίσουσιν ἐκεῖνοι περὶ χρημάτων καὶ κτημάτων, οὐδὲ οὗτοι περὶ κακώσεως πνευμάτων. Οὐ πρόσεστι τοῖς ἄνω ἔφεσις ὁρατῆς κτίσεως· οὐδὲ τοῖς κάτω, ἄνω ἐπιθυμίᾳ αἰσθητῆς ὄψεως· οὔποτε παύσονται τῇ ἀγάπῃ προκόπτοντες ἐκεῖνοι· οὐδὲ οὗτοι καθημέραν ἐκείνοις ἁμιλλώμενοι. Οὐκ ἄγνωστος παρ᾿ ἐκείνοις τῆς προκοπῆς ὁ πλοῦτος, οὐδὲ τούτοις τῆς ἀναβάσεως ὁ ἔρως· οὐ σταθήσονται μέχρι τὰ Σεραφὶμ φθάσωσιν [al. φθάσουσι]· οὐδὲ κοπάσονται, ἄχρις ἄγγελοι γένωνται. Μακάριος ὁ ἐλπίζων· τρισμακάριος ὁ μέλλων ἄγγελος ὁ καταλαβών.

ΜΕΡΟΣ ΠΡΩΤΟΝ
(Διὰ τὴν ἱερὰν «ἡσυχίαν», τὴν σωματικὴν καὶ τὴν ψυχικήν)

ΕΜΕΙΣ ΕΙΜΕΘΑ σὰν δοῦλοι ποὺ μᾶς ἀγόρασαν τὰ ἀνόσια πάθη καὶ μᾶς ὑπέταξαν. Γι᾿ αὐτὸν τὸν λόγο γνωρίζομε κάπως τοὺς δόλους καὶ τὰ τεχνάσματα καὶ τὰ προστάγματα καὶ τὶς πανουργίες τῶν πονηρῶν πνευμάτων ποὺ ἐκυριάρχησαν στὴν ἀθλία ψυχή μας. Ὑπάρχουν ὅμως ἄλλοι ποὺ ἐγνώρισαν τὰ τεχνάσματα τῶν πονηρῶν πνευμάτων ἀπὸ τὴν φωτιστικὴ ἐνέργεια τοῦ Ἁγίου Πνεύματος καὶ ἀπὸ τὴν ἐλευθερία ποὺ ἔχουν ἀπέναντί τους. Διαφορετικὸ πράγμα εἶναι νὰ φαντάζεται κάποιος ποὺ ὑποφέρει ἀπὸ ἀσθένεια, ἀπὸ τὴν ἰδική του κατάστασι τὴν εὐχάριστη κατάτασι τῆς ὑγείας, καὶ διαφορετικὸ νὰ ἀντιλαμβάνεται καὶ νὰ συμπεραίνη κάποιος ποὺ χαίρει ἄκρας ὑγείας, ἀπὸ τὴν ἰδική του κατάστασι τὴν δυσάρεστη κατάστασι τῆς ἀσθενείας.
Ἐμεῖς σὰν ἀσθενεῖς ποὺ εἴμαστε φοβούμεθα νὰ φιλοσοφήσωμε στὸν παρόντα λόγο γιὰ τὸ λιμάνι τῆς ἡσυχίας, διότι γνωρίζομε κάποιον κύνα ποὺ παρευρίσκεται πάντοτε στὴν τράπεζα τοῦ καλοῦ κοινοβίου καὶ προσπαθεῖ νὰ ἁρπάξη ἕνα τεμάχιο ἄρτου, μία ψυχὴ δηλαδή, καὶ κρατώντας την στὸ στόμα του νὰ τρέξη ἔπειτα στὴν ἔρημο γιὰ νὰ τὴν φάγη μὲ τὴν ἡσυχία του.
Γιὰ νὰ μὴ δώσωμε λοιπὸν μὲ τὸν λόγο μας τόπο σ᾿ αὐτὸν τὸν κύνα καὶ ἀφορμὴ σὲ ὅσους ζητοῦν ἀφορμή, ἐθεωρήσαμε ὅτι δὲν εἶναι ἐπιτρεπτὸ νὰ ἀνοίξωμε τώρα συζήτησι περὶ εἰρήνης μὲ τοὺς γενναίους στρατιῶτες τοῦ Βασιλέως ποὺ μάχονται στὸν πόλεμο. Τοῦτο μόνο λέγομε, ὅτι οἱ στέφανοι τῆς εἰρήνης καὶ τῆς γαλήνης ἔχουν πλεχθῆ γιὰ ὅσους πολεμοῦν μὲ ἀνδρεία. Ἂς εἰποῦμε ὅμως ὀλίγα -ἂν νομίζετε- περὶ ἡσυχίας «ὡς ἐν τύπῳ διακρίσεως», γιὰ νὰ μὴ λυπήσωμε μερικοὺς ποὺ δὲν θὰ ἤθελαν νὰ ἀφήσωμε ἀνάμεσα στοὺς ἄλλους λόγους ἀνεξέταστο τοῦτο τὸ θέμα.

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἡσυχίας


Β
(1105.) Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν.

31. Εἰσὶ (καὶ τοῦτο πᾶσι γνώριμον)ἐν πάσαις ταῖς τῶν ἐπιστημῶν καταστάσεσι, γνωμῶν καὶ βουλῶν διαφοραί· οὐ γὰρ πάντων πάντα τὰ τέλεια δι᾿ ἔνδειαν σπουδῆς, ἢ καὶ δι᾿ ἀπορίαν δυνάμεως. Εἰσὶν οἱ ἐπὶ τὸν λιμένα τοῦτον, μᾶλλον δὲ τὸ πέλαγος ἢ τάχα τὸν βυθὸν, εἰσερχόμενοι δι᾿ ἀσθένειαν τοῦ ἑαυτῶν στόματος, καὶ σώματος διὰ πρόληψιν· ἕτεροι ἀκρατῶς πρὸς θυμὸν ἔχοντες, καὶ μετὰ πλήθους κρατῆσαι τοῦτον μὴ δυνάμενοι οἱ τάλανες· ἄλλοι ἰδιορυθμίᾳ μᾶλλον, ἢ ὁδηγίᾳ ἐξ οἰκήσεως πλέειν σκεψάμενοι· ἕτεροι μὴ δυνάμενοι ἐν μέσῳ τῆς ὕλης τῶν ὑλῶν ἀπέχεσθαι· τινὲς μὲν, ἵνα σπουδαῖοι ἐκ τῆς ἰδιάσεως γένωνται· ἄλλοι ἵνα ἀγνώστως ἑαυτοὺς ὑπὲρ εὐθυνῶν αἰκίσωσι [κολάσωσι]· τινὲς δὲ, ἵνα διὰ ταύτης δόξαν ἑαυτοῖς περιποιήσωνται. Εἰσὶ δὲ ἕτεροι (εἰ ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς) διὰ τρυφὴν καὶ δίψαν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ γλυκύτητος τῇ ὁσίᾳ ταύτῃ συζευχθέντες, οὐ πρότερον τοῦτο ποιήσαντες πρὶν πάσῃ ἀκηδίᾳ ἀποστάσιον δεδώκασι. Ταύτης γὰρ ἡ συνάφεια, πορνεία παρὰ τῇ προτέρᾳ κρίνεται·
32. κατὰ τὴν γνῶσιν τὴν ψιλὴν τὴν δοθεῖσάν μοι, ὡς οὐ σοφὸς ἀρχιτέκτων κλίμακα ἀναβάσεως πεπελέκηκα· ἕκαστος δὲ λοιπὸν βλεπέτω ἐν ποίᾳ βαθμίδι ἕστηκεν, ἐξ ἰδιορυθμίας, διὰ δόξαν ἀνθρώπων, δι᾿ ἀσθένειαν γλώσσης· δι᾿ ἀκρασίαν θυμοῦ, διὰ πλῆθος προσπαθείας, ἵνα εὐθύνας τίσωσιν, ἵνα σπουδαῖοι γένωνται, ἵνα πῦρ πυρὶ προσλάβωνται. Ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Αἱ μὲν ἑπτὰ τῆς ἑβδόμης, τοῦ νῦν εἰσιν ἐργασίαι· αἱ μὲν δεκταὶ, αἱ δὲ ἄδεκτοι· ἡ δὲ ὀγδόη δηλονότι τοῦ μέλλοντος αἰῶνος σημαντικὴ ὑπάρχει.
33. Ἐπιτήρει, ὦ μοναχὲ, μεμονωμένε θηρίων ὥρας· εἰ δὲ μὴ, οὐ δυνήσῃ ἁρμοζούσας τὰς παγίδας ἱστᾷν, εἰ ἀπέστη τελείως ἡ τὸ ἀποστάσιον λαβοῦσα, περιττὸν τὸ ἔργον· εἰ δὲ ἔτι προπετεύεται, οὐ γινώσκω πῶς ἡσυχάσω.
34. Τί δή ποτε οὐ τοσοῦτοι παρὰ τοῖς ὁσίοις Ταβεννησιώταις οἱ φωστῆρες, ὅσοι παρὰ τοῖς Σκητιώταις γεγόνασιν; Ὁ νοῶν νοείτω· ἐγὼ γὰρ λέγειν οὐ δύναμαι, μᾶλλον δὲ οὐ βούλομαι.
35. Οἱ μὲν τὰ πάθη μειοῦντες, οἱ δὲ ψάλλοντες, καὶ τὸ πλεῖστον ἐν τῇ προσευχῇ καρτεροῦντες [τῇ προσευχῇ προσκαρτεροῦντες]· οἱ δὲ τῇ θεωρίᾳ ἀτενίζοντες [al. deest ἐν τῷ βυθῷ] διάγουσι, κατὰ τὸν τῆς κλίμακος τρόπον ζητηθήτω τὸ πρόβλημα· ὁ χωρῶν, ἐν Κυρίῳ χωρείτω.
36. Εἰσὶ ῥάθυμοι ψυχαὶ ἐν κοινοβίῳ παραγενόμεναι, καὶ τῶν ὑλῶν τῆς ἑαυτῶν ῥᾳθυμίας εὐπορήσασαι, εἰς τελείαν ἀπώλειαν κατήντησαν. Καὶ εἰσὶ πάλιν, οἱ τὴν ἑαυτῶν ῥᾳθυμίαν διὰ τῆς ἑτέρων (1108.) συνδιαγωγῆς ἀπεδύσαντο· οὐ μόνον δὲ ἐπὶ ἀμελεστέρων, ἀλλὰ καὶ ἐπὶ σπουδαίων πολλάκις τὸ αὐτὸ γέγονε.
37. Τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τῆς ἡσυχίας χρησώμεθα λέγοντες, πολλοὺς δοκίμους δεξαμένη, ἀπεδοκίμασε διὰ τῆς ἰδιορυθμίας, φιληδόνους αὐτοὺς ἐλέγξασα· ἑτέρους δὲ λαβοῦσα τῷ φόβῳ καὶ τῇ μερίμνῃ τῆς τοῦ ἑαυτῶν κρίματος βασταγῆς, σπουδαίους τινὰς, καὶ ζέοντας εἰργάσατο.
38. Μηδεὶς ὑπὸ θυμοῦ καὶ οἰήσεως, ὑποκρίσεώς τε καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμῆσαι μήπως ἔκστασιν, καὶ μόνον κερδήσῃ. Εἰ δέ τις τούτων καθαρὸς, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, οἶμαι δὲ οὐδ᾿ αὐτός·τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα, καὶ στάδια, καὶ τεκμήρια ταῦτα·
39. νοῦς ἀκύμαντος, ἔννοια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων παράστασις, θανάτου ἔπειξις, προσευχὴ ἀκόρεστος, φυλακὴ ἄσυλος, πορνείας θνῆσις, προσπαθείας ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ἀνορεξία, θεολογίας ὑπόθεσις, διακρίσεως πηγὴ, δάκρυον ὑπόσπονδον, πολυλογίας ἀπώλεια, καὶ εἴτι τῶν τοιούτων, οἷς τὰ πλήθη φιλεῖ ἀντικεῖσθαι.
40. Τοῖς δὲ οὐ λόγῳ ταύτην μετερχομένοις, αὕτη, τοῦ πλούτου ἡ πενία ὀργῆς· αὔξησις μνησικακίας ἀποθήκη, ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς σιωπήσομαι.
41. Ἐπεὶ δὲ οὕτως ὁ λόγος κατέδραμεν, ἀνάγκη καὶ περὶ τῶν ἐν ὑποταγῇ ἐνταῦθα ἐνθέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γὰρ καὶ ὁ λόγος ὡς ἐπιπολὺ ἀποτείνεται. Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεῖ συζευχθέντων, ταῦτα τὰ τεκμήρια καὶ εἰσὶ, καὶ ὁρίζονται παρὰ τοῖς θεοφόροις Πατράσιν, ἰδίῳ μέντοι καιρῷ τελειούμενα· πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ προκοπὴν λαμβάνοντες. Ταπεινώσεως εἰσαγωγικῆς αὔξησις, θυμοῦ μείωσις· πῶς γὰρ καὶ μὴ γεννήσεται τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπης πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ ἐλέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς πρόσληψις, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενιτεία, τὸ πᾶσι ζητητέον, καὶ ὀλίγοις εὑρητέον, κατόρθωμα· ὕδατος μὴ παρόντος ἐν πηγῇ ἀνοίκειον τὸ ὄνομα.
42. Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι·νεᾶνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίανε σῶμα καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμα· καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μῖσος, μάστιγες, χωρισμοὶ, τὸ πάντων ἐλεεινότατον· τῇ δὲ, μολυσμοὶ, θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκράτεια, κενοδοξίας ἐργασία, ὕπνου ἀχορτασία, σκληροκαρδία, ἀναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγκαταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας, ταραχῆς ἐργασία, ἀνηκοΐα, ἀντιλογία, προσπάθεια, ἀπιστία, ἀπληροφορία, πολυλογία, παῤῥησία, ἡ πάντων χαλεπωτέρα· τὸ δὲ πάντων ἐλεεινότερον, ἀκατάνυκτος καρδία, ἣν διαδέχεται ἐν τοῖς μὴ (1109.) προσέχουσιν ἡ ἀναλγησία, ἡ μήτηρ τῶν πτωμάτων.
43. Καὶ πνευμάτων τοῖς μὲν ἡσυχάζουσιν οἱ πέντε· τοῖς δὲ ὑποτασσομένοις, οἱ τρεῖς τῶν ὀκτὼ προσπαλαίουσιν.
44. Ὁ ἡσυχάζων, καὶ ἀκηδίᾳ πολεμῶν ζημιοῦται πολλάκις· καιρὸν γὰρ προσευχῆς καὶ θεωρίας ἐν ταῖς πρὸς αὐτὴν μηχαναῖς ἐξαναλώσει, καὶ πάλαις·
45. ῥᾳθυμήσαντί μοί ποτε ἐν τῇ κέλλῃ καθεζομένῳ, καὶ ταύτην σχεδὸν καταλιμπάνειν λογιζομένῳ, ἄνδρες τινὲς παραβαλόντες, ἱκανῶς ὡς ἡσυχαστήν με ἐμακάρισαν· καὶ θᾶττον ὁ τῆς ῥᾳθυμίας λογισμὸς ὑπὸ τῆς κενοδοξίας ἐχώρησε, καί γε τεθαύμακα πῶς πᾶσιν ἐναντιοῦται τοῖς πνεύμασιν ὁ τρίβολος δαίμων.
46. Ὅρα καθ᾿ ὥραν τοῦ σοῦ συζύγου τοὺς ῥιπισμοὺς, καὶ παραριπισμοὺς, καὶ ῥοπὰς, καὶ τροπὰς, τὸ πῶς καὶ ποῦ τὴν ῥοπὴν κέκτηνται. Ὁ διὰ Πνεύματος ἁγίου γαλήνην κτησάμενος, οὐκ ἀγνοεῖ τὸ θεώρημα.
47. Ἔργον ἡσυχίας ἀμεριμνία προηγουμένη πάντων τῶν πραγμάτων εὐλόγων καὶ ἀλόγων. Ὁ γὰρ τοῖς προτέροις ἀνοίγων, ἐν τοῖς δευτέροις πάντως περιπεσεῖται. Δεύτερον προσευχὴ ἄοκνος· καὶ τρίτον ἐργασία καρδίας ἄσυλος. Ἀδύνατον τὸν μὴ γράμματα μεμαθηκότα φυσικῶς ἐν δέλτοις μελετᾷν· ἀδυνατώτερον δὲ, τοὺς μὴ τὸ πρότερον κτησαμένους τὰ δύο, λόγῳ μετελθεῖν.
48. Μετερχόμενος τὸ μέσον, ἐν μέσοις γέγονα· καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς ἐν αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐδὲ γὰρ ἠφίετο ὁ ἄρχων· πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μὲν ἔλεγεν, ἀλλ᾿ οὐκ ἐν τούτοις. Ἐγὼ δέ· Τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου; Ἀδύνατον, ἔφη, ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα. Πρὸς ὃ δέ με ὁ πόθος εἷλκε, προσαγαγεῖν τῷ καιρῷ ἐκείνῳ ἠρώτων, οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν, δι᾿ ἔλλειψιν πυρὸς ἀφθαρσίας. Ταῦτα εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα· εἴτε τούτου χωρὶς, λέγειν εἰς ἅπαν οὐκ ἔχω.
49. Χαλεπὸν τὸν τῆς μεσημβρίας ἀποτινάξασθαι ὕπνον ἐν ταῖς θεριναῖς μάλιστα ὥραις· τότε γὰρ καὶ μόνον ἴσως τὸ τῶν χειρῶν οὐκ ἀπόβλητον ἔργον.
50. Ἔγνων τὸν ἀκηδίας δαίμονα προποιοῦντα καὶ προοδοποιοῦντα τὸν τῆς πορνείας, ἵνα ἰσχυρῶς τὸ σῶμα ἑλκύσας, καὶ τῷ ὕπνῳ βαπτίσας, ὥσπερ τοὺς μολυσμοὺς ἐν τοῖς ἡσυχάζουσιν ἐργάσηται. Ἐὰν ἀντιστῇς αὐτοῖς ἰσχυρῶς, πολεμήσουσί σε πάντως κραταιῶς, ἵν᾿ ὡς μηδὲν ὠφελοῦντα, παύσωσι τῶν ἀγώνων. Οὐδὲν δὲ τὴν τῶν δαιμόνων ἧτταν, ὡς ὅπερ αὐτῶν πρὸς ἡμᾶς χαλεπὸς πόλεμος ἐνδείξασθαι δύναται.
51. Ἐν ταῖς προόδοις τὰ συναχθέντα φύλαττε· τῆς θύρας γὰρ ἀνοιγομένης αἱ κατάκλειστοι ὄρνις πέτανται. Καὶ τότε λοιπὸν, οὐδὲν τῆς ἡσυχίας ὠφελήθημεν.
52. Μικρὰ θρὶξ ταράσσει ὀφθαλμὸν, καὶ μικρὰ φροντὶς ἀφανίζει ἡσυχίαν. (1112.) Ἡσυχία γάρ ἐστιν ἀπόθεσις νοημάτων καὶ ἄρνησις εὐλόγων φροντίδων.
53. Ὁ ὄντως ἡσυχίαν κατειληφὼς, οὐδὲ τῆς ἑαυτοῦ σαρκὸς φροντίσει· ἀψευδὴς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος.
54. Ὁ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσαι δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς πεδήσαντι, καὶ ὀξέως βαδίζειν δοκιμάζοντι.
55. Σπάνιοι μὲν οἱ τὴν κατὰ κόσμον φιλοσοφίαν εἰς ἄκρον παιδευόμενοι· ἐγὼ δὲ λέγω, βραχύτεροι οἱ τὴν τῆς ὄντως ἡσυχίας φιλοσοφίαν ἐπιστάμενοι·
56. ὁ οὔπω Θεὸν γνοὺς, εἰς ἡσυχίαν ἀδόκιμος, καὶ πολλοὺς κινδύνους ὑφιστάμενος. Ἡσυχία ἀπείρους ἀποπνίγει· ἄγευστοι γὰρ γλυκύτητος Θεοῦ ὑπάρχουσιν, εἰς αἰχμαλωσίας, καὶ κλοπὰς, καὶ ἀκηδίας, καὶ ἀκηδίας, καὶ ῥεμβασμοὺς τὸν καιρὸν ἐξαναλίσκοντες.
57. Ὁ προσευχῆς κάλλος ἁψάμενος, φεύξεται ὄχλους ὡς ὄναγρος· τίς γὰρ εἰ μὴ αὔτη, εἴασεν ὄνον ἄγριον ἐλεύθερον πάσης συνουσίας ἀνθρώπων;
58. Ὁ τὰ πάθη περικείμενος, καὶ τῇ τούτων ἀδολεσχίᾳ ἐν ἐρήμῳ διατρίβει, ὡς καὶ γέρων μοι ἅγιος τὸ τοιοῦτον ἐφθέγξατο, καὶ ἐδίδαξε, Γεώργιον λέγω τὸν Ἀρσιλαΐτην, ὃν καὶ ἡ σὴ τιμιότης οὐδ᾿ ὅλως ἠγνόησεν· οὗτος ἀχρείαν ψυχήν ποτε στοιχειῶν, καὶ ποδηγῶν πρὸς ἡσυχίαν ἔλεγε. Τῇ μὲν πρωΐᾳ, φησὶν, ἐπεσημηνάμην ὡς ἐπίπαν τοὺς τῆς κενοδοξίας καὶ ἐπιθυμίας ἐπιδημεῖν δαίμονας· τῇ δὲ μεσημβρίᾳ τοὺς ἀκηδίας, καὶ λύπης, καὶ ὀργῆς· τῇ δὲ ἑσπέρᾳ τοὺς φιλοκόπρους καὶ τυράννους τῆς γαστρός·
59. κρείσσων ὑποτακτικὸς πτωχὸς ὑπὲρ ἡσυχαστὴν περισπώμενον.
60. Ὁ λόγῳ τὴν ἡσυχίαν μετιὼν, καὶ τὸ αὐτῆς κέρδος καθ᾿ ἡμέραν μὴ καθορῶν, ἢ οὐ λόγῳ ἡσύχασεν, ἢ οἰήσει κλέπτεται.
61. Ἡ ἡσυχία ἐστὶ ἀδιάσπαστος Θεῷ λατρεία, καὶ παράστασις·
62. ἡ Ἰησοῦ μνήμη ἑνωθήτω τῇ πνοῇ σου καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν.
63. Πτῶμα μὲν ὑπηκόῳ τὸ οἰκεῖον θέλημα· ἡσυχίῳ δὲ προσευχῆς διάστασις.
64. Ἐὰν ἐπιχαίρῃ παρουσίαις ἐν κέλλῃ, γίνωσκε σεαυτὸν ἀκηδίᾳ μόνῃ, καὶ οὐ Θεῷ σχολάζοντα.
65. Ὑπογραμμός σοι ἔστω προσευχῆς, ἡ ἀδικουμένη χήρα ἀπὸ τοῦ ἀντιδίκου αὐτῆς· ἡσυχίας δὲ τύπος ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστὴς Ἀρσένιος. Μέμνησο ἐν τῇ μονίᾳ τῆς τοῦ ἰσαγγέλου τούτου ἡσυχαστοῦ διαγωγῆς, καὶ ὅρα ὡς καὶ παραβάλλοντας πολλάκις ἀπεπέμψατο, ἵνα μὴ τὸ μεῖζον ἀπολέσῃ.
66. Ἔγνων τοὺς δαίμονας τοῖς λόγῳ ἡσυχάζουσι τοὺς ἀλόγους τῶν γυρευτῶν παραβάλλειν συχνότερον ἀναπείθοντας, ἵνα τοῖς ἐργάταις, κἂν δι᾿ ἐκείνων μικρὸν ἐμποδίσαι δυνηθῶσι. Σημείου τοὺς τοιούτους, ὦ οὗτος, καὶ μὴ παραιτοῦ λυπεῖν (1113.) εὐσεβῶς ῥᾳθύμους· ἴσως γὰρ ἐκ τῆς λύπης τοῦ γυρεύειν παύσονται. Ὅρα μὴ τοῦ προειρημένου σκοποῦ χάριν εἰκῆ λυπήσῃς ψυχὴν, ὕδωρ ἐκ δίψης ἐρχομένην παρὰ σοῦ ἀρύσασθαι. Ἐν παντὶ δὲ λύχνου σοι δέον·
67. βίος ἡσυχαζόντων, μᾶλλον δὲ μοναζόντων κατὰ συνείδησιν καὶ αἴσθησιν γινέσθω· ὁ λόγῳ τρέχων τὰ ἐπιτηδεύματα, καὶ τὰ ἀποφθέγματα, καὶ τὰ ἐνθυμήματα, καὶ τὰ διαβήματα, καὶ τὰ κινήματα πάντα κατὰ Κύριον, καὶ διὰ Κύριον αὐτῷ ἐπιτηδευόμενα ἐν αἰσθήσει ψυχῆς, καὶ προσώπῳ Κυρίου ἐργάζεται· εἰ δὲ κλέπτεται, οὔπω κατὰ ἀρετὴν πολιτεύεται.
68. Ἀνοίξω, φησί τις, ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, καὶ τὸ βούλημά μου, διὰ τὸ ἀτελὲς ἔτι τῆς διακρίσεως· ἐγὼ δὲ ἀνοίσω διὰ προσευχῆς τὸ θέλημά μου, κἀκεῖθεν τὴν πληροφορίαν μου ἐκδέξομαι.
69. Πίστις πτερὸν προσευχῆς· τοῦτο γὰρ μὴ ἔχουσα, πάλιν εἰς κόλπον μου ἀποστραφήσεται·
70. πίστις ἐστὶν ἀνενδοίαστος ψυχῆς στάσις, ὑπὸ οὐδεμιᾶς ἐναντιότητος κλονουμένη.
71. Πιστός ἐστιν, οὐχ ὁ οἰόμενος Θεὸν δύνασθαι, ἀλλ᾿ ὁ πιστεύων πάντων τεύξεται.
72. Πίστις ἐστὶ ἀνελπίστων πρόξενος, καὶ τοῦτο ὁ λῃστὴς ἀπέδειξε.
73. Πίστεως μήτηρ μόχθος, καὶ εὐθὴς καρδία· ἡ μὲν γὰρ ἀδίστακτον ποιεῖ· ὁ δὲ δημιουργεῖ·
74. ἡσυχαστῶν μήτηρ πίστις· εἰ μὴ γὰρ πιστεύσει, πῶς ἡσυχάσει;
75. ἐν εἱρκτῇ πεδηθεὶς, φόβον κολάζοντος δέδοικε. Ὁ δὲ ἐν κέλλῃ ἠρεμῶν φόβον Κυρίου τέτοκεν. Οὐχ οὕτως ὁ πρότερος τὸ δικαστήριον, ὡς ὁ δεύτερος τὸ τοῦ κριτοῦ κριτήριον δέδοικεν. Φόβου σοι πολλοῦ καθ᾿ ἡσυχίαν χρὴ, ὦ θαυμάσιε· οὐδὲν γὰρ οὕτως ἀκηδίαν ἐκδιώκειν δύναται.
76. Ἀτενίζει μὲν κατάκριτος διὰ παντὸς, πότε ἐν τῷ δεσμωτηρίῳ ὁ κριτὴς παραγίνεται· ὁ δὲ ὄντως ἐργάτης, πότε ὁ κατεπείγων ἐλεύσεται. Δεδέσμευται τῷ προτέρῳ φορτίον λύπης· τῷ δὲ δευτέρῳ πηγὴ δακρύων.
77. Ἐὰν κτήσῃ ὑπομονῆς ῥάβδον, θᾶττον ὑπολήξουσιν οἱ κύνες ἀναιδεύεσθαι.
78. Ὑπομονή ἐστιν ἄθραυστος πόνος ψυχῆς, ὑπ᾿ εὐλόγων, κτύπων μηδαμῶς σαλευομένη.
78. Ὑπομονητικός ἐστιν ἐργάτης ἄπτωτος, καὶ διὰ πτωμάτων τὴν νίκην ποιούμενος.
79. Ὑπομονή ἐστιν ὁρισμὸς θλίψεως καθ᾿ ἡμέραν ἐκδεχόμενος.
Ὑπομονή ἐστι προφάσεων ἐκκοπὴ, καὶ οἰκεία προσοχή· οὐχ οὕτως τῆς ἑαυτοῦ τροφῆς, ὡς ὑπομονῆς, ὁ ἐργάτης δέεται. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας λήψεται στέφανον· ἐπὶ δὲ τῆς προτέρας ὄλεθρον κομίσεται.
83. Ὑπομονητικὸς ἀνὴρ πρὸ μνήματος τέθνηκε, μνῆμα ἑαυτοῦ τὴν κέλλαν ποιησάμενος.
84. Ὑπομονὴν ἔτεκεν ἐλπὶς καὶ πένθος· ὁ γὰρ τῶν δύο χωρὶς, ἀκηδίας δοῦλος.
85. Γινώσκειν δεῖ τὸν τοῦ Χριστοῦ παλαιστὴν, ποίους μὲν τῶν ἐχθρῶν ἐκ μακρόθεν διώκειν, ποίους (1116.) σὲ προσπαλαίειν συγχωρεῖν. Ποτὲ μὲν ἡ πάλη στέφανον προεξένησε· ποτὲ δὲ ἡ παραίτησις ἀδοκίμους πεποίηκεν· οὐ λόγῳ τὰ τοιάδε ἐφικτὸν παιδεύεσθαι· οὐ γὰρ πάντες τοῖς αὐτοῖς, οὐδὲ ὡσαύτως πεποιώμεθα ἕνα·
86. τῶν πνευμάτων ἐπιτήρει νηφόντως, ἐπειδὴ καὶ αὐτός σε πολεμεῖ ἀπαύστως ἐν στάσει, καὶ μεταβάσει, καὶ καθέδρᾳ, καὶ κινήσει, καὶ ἀνακλίσει, καὶ εὐχῇ, καὶ ὕπνῳ.
87. Οἱ μὲν τῶν ἐν τῷ δρόμῳ τῆς ἡσυχίας καθεζομένων· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ἐν ἑαυτοῖς ἐργασίαν κατέχουσιν. Οὐ γὰρ πάντες οἱ ἄρτοι τῆς πνευματικῆς τοῦ οὐρανίου σίτου ἐργασίας, μονοειδεῖς ὑπάρχουσι. Ἕτεροι δέ· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ἄλλοι· Γρηγορεῖτε, καὶ προσεύχεσθε· ἕτεροι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου· ἄλλοι· Ἐταπεινώθην, καὶ ἔσωσέ με· τινὲς μέν· Οὐκ ἄξια τὰ παθήματατοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν· ἄλλοι πάλιν· Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, διὰ παντὸς σκέπτονται. Πάντες μὲν τρέχουσιν.
88. Εἷς δὲ τούτων λαμβάνει τὸ βραβεῖον. Ἀκόπως, οὐ μόνον ἐγρηγορὼς, ἀλλὰ καὶ καθεύδων ὁ προκόψας ἐργάζεται. Ὅθεν τινὲς καὶ ἐν αὐτοῖς τοῖς ὕπνοις τοὺς δαίμονας προσερχομένους ἀτιμάζουσι, καὶ ἀκόλαστα γύναια περὶ σωφροσύνης νουθετοῦσι.
89. Μὴ ἀνάμενε, μηδὲ προπαρασκευάζου παρουσίας· ἁπλῆ γὰρ ὅλη καὶ ἄδετος τῆς ἡσυχίας ἡ κατάστασις.
90. Οὐδεὶς θέλων οἰκοδομῆσαι πύργον, καὶ κέλλαν ἡσυχίας ἐπιχειρεῖ, εἰ μὴ πρότερον καθήσας ψηφίσει καὶ ψηλαφίσει [al. ψηλαφήσει], διὰ προσευχῆς, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν ἰδιώματα, μήποτε γένηται μετὰ τὴν τοῦ θεμελίου καταβολὴν γελεῖον τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἐμπόδιον ἑτέροις ἐργάταις·
91. σκόπει τὴν ἐπιδημοῦσαν ἡδύτητα, μήπως ἐκ πικρῶν ἰατρῶν, μᾶλλον δὲ ἐπιβούλων δολίως συνεκράθη.
92. Νύκτωρ μὲν τὰ πολλὰ τῇ προσευχῇ δίδου, τὰ δὲ βραχέα τῇ ψαλμῳδίᾳ· ἡμέρα[ς] δὲ πρὸς τὴν σὴν πάλιν παρασκευάζου δύναμιν·
93. οὐ μετρίως φωτίζειν καὶ ἐπισυνάγειν τὸν νοῦν ἡ ἀνάγνωσις πέφυκε· λόγοι γὰρ Πνεύματος ἁγίου ὑπάρχουσι, καὶ τοὺς μετερχομένους πάντως ῥυθμίζουσιν·
94. ἔστω σοι ἐργάτῃ ὄντι τὰ ἀναγινωσκόμενα πρακτικά· τούτων γὰρ ἡ ἐργασία περιττὴν ποιεῖ τὴν τῶν λοιπῶν ἀνάγνωσιν·
95. πόνοις μᾶλλον, καὶ μὴ δέλτοις τοὺς τῆς ὑγείας λόγους φωτίζεσθαι ζήτει·
96. ἀλλοτριονόους πρὸ δυνάμεως πνευματικῆς, μὴ μετέρχου λόγους. Σκότους γὰρ ὄντα ῥήματα, τοὺς ἀδυνάτους σκοτίζουσι·
97. μία κύλιξπολλάκις γεῦσιν οἴνου ἐσήμανε· καὶ εἷς λόγος ἡσυχαστοῦ τοῖς γεύσασθαι δυναμένοις πᾶσαν αὐτοῦ τὴν ἔνδον ὑπέδειξεν ἐργασίαν, καὶ κατάστασιν. Ἄρεπτον [ἀρέμβαστον] ψυχῆς ὄμμα κέκτησο πρὸς οἴησιν· οὐ γάρ ἐστιν ἐν κλοπαῖς τι ταύταις ὀλεθριώτερον.
99. Φείδου τῆς γλώσσης προϊών· οἶδε γὰρ συντόμως πολλοὺς καμάτους σκορπίζειν.
100. Ἀπερίεργον ἄσκει κατάστασιν· μολύνειν γὰρ τὴν ἡσυχίαν περιεργία ὡς οὐκ ἄλλο τι δύναται.
101. Τοῖς παραβάλλουσι τὰ χρειώδη παράβαλλε, σώματι λέγω καὶ (1117.) πνεύματι· εἰ μὲν σοφώτεροι καθεστήκασι διὰ σιωπῆς τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ καταστάσει, συμμέτρως τὴν θύραν ἀνοίξωμεν. Πλὴν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι.
102. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σώματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ὁ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων.
103. Ὥσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας καὶ ἀκτίστου, καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς πανυμνήτου μονάδος [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πληθυντικὰ, ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ, ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τὰ τῇ ἡσυχίᾳ, καὶ ἄλλα τὰ τῇ ὑπακοῇ πρέποντα ἐπιτηδεύματα.
104. Ὁ μὲν θεῖός φησιν Ἀπόστολος· Τίς ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστοῦ σώματι καὶ πνεύματι;

ΜΕΡΟΣ ΔΕΥΤΕΡΟΝ
(Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν)

ΣΕ ΚΑΘΕ ἐπιστήμη καὶ τέχνη, ὅπως τὸ γνωρίζουν ὅλοι, παρατηροῦνται διαφορὲς στὶς ἀπόψεις καὶ τὶς θελήσεις. Διότι δὲν μποροῦν ὅλοι νὰ κατακτήσουν τὸ τέλειο, εἴτε διότι ὑστεροῦν στὸν ζῆλο εἴτε διότι στεροῦνται δυνάμεως. Ὑπάρχουν λοιπὸν ἄνθρωποι ποὺ εἰσέρχονται σ᾿ αὐτὸν τὸν λιμένα ἢ καλύτερα τὸ πέλαγος ἢ ἴσως στὸν βυθό, ἐπειδὴ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα τους καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι ἀσυγκράτητοι στὸν θυμὸ καὶ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα τους καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι ἀσυγκράτητοι στὸν θυμὸ καὶ δὲν μποροῦν οἱ ταλαίπωροι νὰ τὸν συγκρατήσουν, ὅταν ζοῦν μαζὶ μὲ πλῆθος ἀνθρώπων.
Ἄλλοι ἀπὸ ἰδιορρυθμία μᾶλλον, παρὰ ἀπὸ καθοδήγησι ἄλλου, νομίζοντας ὑπερήφανα ὅτι θὰ κατορθώσουν νὰ τὸ διαπλεύσουν αὐτὸ τὸ πέλαγος. Ἄλλοι ἐπειδὴ δὲν μποροῦν νὰ ἐγκρατεύωνται ζωντας μέσα σὲ ἄφθονα ὑλικὰ ἀγαθά. Ἄλλοι γιὰ νὰ προοδεύσουν περισσότερο μὲ τὴν ἀπομονωμένη αὐτὴ ζωή. Ἄλλοι γιὰ νὰ τιμωρήσουν ἀφανῶς τὸν ἑαυτό τους γιὰ τὶς ἁμαρτίες τους. Καὶ ἄλλοι γιὰ νὰ ἀποκτήσουν δόξα. Ὑπάρχουν ὅμως καὶ μερικοὶ ἄλλοι -«εἰ ἄρα καὶ ἐλθῶν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς» (πρβλ. Λουκ. ιη´ 8)- οἱ ὁποῖοι συνεζεύχθησαν τὴν ὁσία αὐτή, δηλαδὴ τὴν ἡσυχία, ἀπὸ τρυφὴ καὶ ἀπὸ δίψα τῆς ἀγάπης καὶ τῆς γλυκύτητος τοῦ Θεοῦ. Καὶ δὲν τὸ ἔκαναν αὐτό, παρὰ ἀφοῦ προηγουμένως διεζεύχθησαν κάθε εἴδους ἀκηδία. Διότι ἡ σχέσις μὲ τὴν ἀκηδία στὴν ἡσυχαστικὴ ζωὴ ὑπολογίζεται ὡς πορνεία.
2. Σύμφωνά μὲ τὴν μικρὴ γνῶσι ποὺ μοῦ ἐδόθηκε, σὰν ἄσοφος ἀρχιτέκτων ἐλάξευσα κλίμακα ἀναβάσεως, καὶ καθένας ἡσυχαστὴς ἂς βλέπη σὲ ποιὰ βαθμίδα εὑρίσκεται: Ξεκίνησε ἀπὸ ἰδιορρυθμία ἢ γιὰ τὴν δόξα τῶν ἀνθρώπων ἢ γιὰ τὴν πολυλογία του ἢ γιὰ τὸν ἀσυγκράτητο θυμό του ἢ γιὰ τὴν πολλή του προσπάθεια ἢ γιὰ νὰ ἐξοφλήση τὶς ἁμαρτίες του ἢ γιὰ νὰ προοδεύσῃ περισσότερο ἢ γιὰ νὰ αὐξήση τὸ πῦρ τοῦ θείου ἔρωτος; Αὐτοὺς ποὺ ἀνέφερα τελευταίους θὰ εἶναι στὶς πρῶτες βαθμίδες, καὶ αὐτοὺς ποὺ ἀνέφερα πρώτους, στὶς τελευταῖες. Καὶ οἱ ἑπτὰ πρῶτες βαθμίδες εἶναι ἐργασίες τοῦ παρόντος αἰῶνος, ὁ ὁποῖος διακρίνεται γιὰ τὶς ἑπτὰ ἡμέρες τῆς ἑβδομάδος -ἄλλες ἐργασίες ἀπὸ αὐτὲς εἶναι δεκτὲς ἀπὸ τὸν Θεὸν καὶ ἄλλες ἀπαράδεκτες- ἐνῷ ἡ ὀγδόη βαθμίδα εἶναι φανερὸ ὅτι ὑποδηλώνει τὸν μέλλοντα αἰώνα.